Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 3
Aristides, Aelius3 23 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
23.p9
23.p9
θαλάττῃ· πάντα τε δεῦρο φοιτᾶν τὰ πανταχόθεν κατά τε γῆν καὶ κατὰ θάλατταν, καὶ τοῦτʼ εἶναι ὑφʼ οὗ καὶ ἐκ παλαιοτάτου ἀφνειόν τε ὕμνηται χωρίον ὑπὸ τῶν ποιητῶν, ἅμα μὲν διὰ τὸ πλῆθος τῶν παρόντων ἀγαθῶν, ἅμα δὲ καὶ διὰ τὴν ὑπάρχουσαν εὐδαιμονίαν ἐν αὐτῷ. ἔστι γὰρ οἷον ἀγορά τις καὶ αὐλὴ κοινὴ τῶν Ἑλλήνων καὶ πανήγυρις, οὐχ ἣν διὰ δυοῖν ἐτοῖν συμπληροῖ αὐτῇ τὸ Ἑλληνικὸν, καθάπερ ἡ παροῦσα αὕτη, ἀλλʼ ἣν διὰ παντὸς ἔτους καὶ καθʼ ἡμέραν ἑκάστην. εἰ δὲ ἦν ὥσπερ ἀνδράσιν, οὕτως δὴ καὶ πόλεσι προξενία πρὸς ἀλλήλας, τοῦτʼ ἂν εἶχεν ἡ πόλις τοὔνομα καὶ τὴν τιμὴν ταύτην ἁπανταχοῦ· ὑποδέχεται γὰρ ἁπάσας εἰς ἑαυτὴν καὶ προπέμπει πάλιν ἐξ αὑτῆς, καὶ κοινὴ πάντων ἐστὶ καταφυγή· καθάπερ τις ὁδὸς καὶ διέξοδος ἁπάντων ἀνθρώπων, ὅποι καὶ μόνον πορεύοιτό τις, καὶ κοινὸν ἄστυ τῶν Ἑλλήνων, οἷον μητρόπολίς τις ἀτεχνῶς καὶ μήτηρ αὐτὸ τοῦτο. τά τε γὰρ ἄλλα καὶ οὐκ ἔσθʼ ὅπη τις ἀναπαύσαιτο καθάπερ ἐν μητρὸς κόλποις οὔτε ἥδιον οὔτε προσφιλέστερον, οἷον αὐτὴ ἀνάπαυλά τέ ἐστι καὶ καταφυγὴ καὶ σωτηρία πᾶσι τοῖς ἐντυγχάνουσιν. ἀλλὰ δῆτα τοῦ κάλλους αὐτῆς καὶ τῶν ἱμέρων καὶ τῶν ἐρώτων ὅσον ἐξῆπται τὸ πλῆθος, ὡς πάντας μὲν ἀναδήσασθαι τῷ ἡδεῖ, φλέγεσθαί τε ἅπαντας ἐπʼ αὐτῇ ὁμοίως, ἔχειν δὲ ἐν ἑαυτῇ φιλότητας, ἱμέρους, ὀαριστὺν, πάρφασιν, ὡς κλέψαι τὸν νοῦν καὶ τῶν μέγα ἐφʼ ἑαυτοῖς φρονούντων, καὶ εἰ δεῖ τι ἄλλο πρὸς τούτοις πάντα ὅσα λέγεται τῆς θεοῦ φάρμακα, ὡς εἶναι σαφῶς τε Ἀφροδίτης τὴν πόλιν, ἣν ἐμοὶ ἐπονομάζειν ἔπεισιν· ὅστις ποτὲ οὗτος ὁ κεστός ἐστιν, ᾧ πάντας ἡ θεὸς ἀναδεῖται πρὸς ἑαυτὴν, καὶ καθάπερ τινὰ ὅρμον καὶ περιδέραιον συμπάσης τῆς Ἑλλάδος τοῦτʼ εἶναι, καὶ τέμενος Νυμφῶν, Ναΐδων ἁπασῶν ἐνταυθοῖ ναουσῶν, καὶ θάλαμον Ὡρῶν, ᾧ πάντα τὸν χρόνον ἐγκάθηνται καὶ ὅθεν προέρχονται ἀνοιγνῦσαι τὰς πύλας εἴτε Διὸς σύ γε βούλει καλεῖν εἴτε Ποσειδῶνος. εἰ δὲ καὶ ἔρις ποτὲ περὶ κάλλους

Intertext edge

Open linked passage

Note