Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 3
Aristides, Aelius3 25 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
25.p11
25.p11
τίνος μὲν οὐ λαμπρότερα τῶν Ἑλληνίδων; τίνος δὲ οὐκ ἐπισημότερα ἢ κατὰ γῆν ἢ κατὰ θάλατταν; τίνων δὲ ἔργα καὶ πράξεις περιφανέστεραι; ἀλλὰ γὰρ οὐ πολέμων ὁ παρὼν καιρός· ὥστʼ οὐδὲ ἡ μνήμη ἐν καιρῷ ἂν ἐρρήθη τῶν τοιούτων, πανηγυριζόντων τε τῶν Ἑλλήνων καὶ ὁμονοούντων ἐν τῇ καλλίστῃ τῶν πανηγύρεων τῇδε καὶ ὀνομαστοτάτῃ, διὰ δυοῖν δὶς εἰς ἓν συνιούσῃ, διπλασιαζομένῃ τε παρὰ τὰς ἄλλας καὶ προσιούσῃ, καὶ φθανούσῃ τὰς λοιπὰς καὶ αὖθις ἐπικαταλαμβανούσῃ ἀτεχνῶς ὥσπερ ἐν ἁρματηλασίαις, εἴ πως ἦν ἰδεῖν ἀνθρώποις οὖσι φερόμενον τὸ Ποσειδῶνος ἅρμα, καὶ ἐπὶ κοινὸν κρατῆρα συνιόντων καὶ σπενδόντων τε ἅμα καὶ θυόντων, καὶ θεωρίας ἀπαγόντων τῷ τε Ποσειδῶνι καὶ τῇ Ἀμφιτρίτῃ καὶ τῷ Παλαίμονι καὶ τῇ Λευκοθέᾳ. ταῦτα οὖν καὶ ὑμνεῖν καὶ λέγειν καλῶς ἂν ἔχοι καὶ διάγειν ὑμᾶς ἐν τοῖς περὶ τούτων λόγοις.
25.p12
25.p12
τὰ μὲν δὴ αὐτοῦ τοῦ Ποσειδῶνος εἴρηται τρόπον τινὰ καὶ ὕμνηται, οὐ μεμπτῶς ὥς γέ μοι δοκεῖ· ὁρῶ δὲ καὶ ὑμᾶς οὕτω διακειμένους· καὶ νὴ Δία γε καὶ περὶ αὐτῆς τῆς πόλεως ὡς ἐν βραχυτάτῳ τις ἂν εἴποι· ὁρῶ δὲ λοιπὸν ὄντα ἡμῖν τὸν περὶ τοῖν θεοῖν, τοῦ τε παιδὸς καὶ τῆς μητρὸς αὐτοῦ, εἴτε λόγον εἴτε καὶ μῦθον χρὴ φάναι. ὃν ἐγὼ δέδοικα καὶ πάνυ ὀρρωδῶ τε καὶ ἀπορῶ ὅπη ποτε χρή με διαθέσθαι μεθʼ ὑμῶν, πότερα ὡς τοῖς πολλοῖς δοκεῖ καὶ Ὁμήρῳ δὲ συνδοκεῖ, θεῶν παθήματα συμπεισθῆναι καὶ ἡμᾶς, οἷον Ἄρεος δεσμὰ καὶ Ἀπόλλωνος θητείας καὶ Ἡφαίστου ῥίψεις εἰς θάλατταν, οὕτω δὲ καὶ Ἰνοῦς ἄχη καὶ φυγάς τινας, ἢ τοῦτο μὲν οὔτε ὅσιον οὔτε εὐσεβὲς εἰπεῖν, ἄλλως τε καὶ περὶ τῶν θεῶν τὸν λόγον ποιούμενον, ἀλλὰ τοῦτον μὲν τὸν λόγον ὑπεροριστέον ἡμῖν οὐ μόνον ἔξω τοῦ Ἰσθμοῦ καὶ τῆς Πελοποννήσου, ἀλλὰ καὶ ξυμπάσης τῆς Ἑλλάδος· καὶ ἀποκαθαρτέον γε καὶ ἐπʼ ἄμφω ταῖν θαλάτταιν ἐλθόντας, εἰ δέοι, τὸν Ἀθάμαντα, ὅστις ποτὲ ἦν, καὶ τὴν μανίαν τὴν ἐκείνου, εἴτε οὖσαν εἴτε ψευδῶς θρυληθεῖσαν ὑπὸ τῶν κάκιστα ἀπολωλότων

Intertext edge

Open linked passage

Note