Orationes 3
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
28.p15
28.p15
μητρὸς τὸ θάλος τοῦ παιδὸς καὶ τὴν ὥραν καὶ τὸ ἄνθος. ταῦτα γὰρ θεάματα θεαμάτων ἥδιστα, καὶ ἰδεῖν γε καὶ ἀκοῦσαι· καὶ θάλατταν αὐτοῦ παρεῖναι ἐν γράμματι καὶ γαλήνην, καλὸν καὶ τοῦτο, καὶ μειδιάματα τοῦ παιδὸς πρὸς Ποσειδῶνα ὑποδεχομένου τῷ πέπλῳ. ἄλλο δὲ μηδʼ ὁτιοῦν προσπαραγράφειν τούτοις, οἷα ἐνιαχοῦ τὰ φοβερά τε καὶ ἀσεβῆ γράμματα, ἃ ἐγὼ θαυμάζω πῶς ποτε καὶ ἠνέσχοντο οἱ πρῶτοι ταῦτα ἰδόντες, καὶ οὐ μετʼ ὀργῆς ἦλθον ἐπὶ τοὺς τούτων δημιουργούς τε καὶ αὐτόχειρας, ἢ ἔτι καὶ νυνὶ ἀνέχονται ἐν μέσοις τοῖς ἱεροῖς. ἀλλὰ γὰρ οὐκ ἐμὸν ἴσως τοῖς τοιούτοις ἐπιτιμᾶν. λοιπὸν οὖν εὐξαμένους τῷ Ποσειδῶνι καὶ τῇ Ἀμφιτρίτῃ καὶ τῇ Λευκοθέᾳ καὶ τῷ Παλαίμονι καὶ Νηρηίσι καὶ δαίμοσι θαλαττίοις πᾶσί τε καὶ πάσαις ἀσφάλειάν τε καὶ σωτηρίαν ἔν τε γῇ καὶ ἐν θαλάττῃ διδόναι βασιλεῖ τε τῷ μεγάλῳ καὶ γένει ξύμπαντι τούτου καὶ τῷ γένει τῷ τῶν Ἑλλήνων, καὶ κατὰ τὰ ἄλλα τε εὐθενεῖν ἡμᾶς καὶ κατὰ τοὺς λόγους χωρεῖν ἐπὶ τὰ προσήκοντα ἡμῶν ἑκάστῳ.