Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 30
Aristides, Aelius30 376.p1 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
376.p1
376.p1
συνεύξασθαι μὲν, ὦ Ἀθηναῖοι, τῇ πόλει καὶ ταῦτα καὶ πόλλʼ ἕτερα ἐμοί τε ἥδιστον πάντων καὶ ὑμῖν οἶδʼ ὅτι πᾶσι πρόχειρον. ἐγὼ δὲ καὶ ὅτε πρῶτον περὶ τῶν Σικελικῶν τούτων ἐσκοπεῖσθε, βουλῆς ἀγαθῆς ᾤμην δεῖν καὶ νῦν ἔτι πλέονος· μιᾷ γὰρ ἡμέρᾳ τῇ αὐτῇ περί τε ἀρχῆς προσθήκης βουλευόμεθα καὶ περὶ σωτηρίας ἡμῶν αὐτῶν. καὶ τοὺς μὲν λόγους οὓς ἥδιστʼ ἂν ἀκούσαιτʼ οὐκ ἀγνοῶ, τὰ δὲ πράγματα ἐν τούτῳ καθέστηκεν ὥστε μηδὲ βουλομένῳ τὴν χρείαν εἶναι παρελθεῖν. πολὺ γὰρ βέλτιον αὐτὸν ὑμῖν, ἂν ἄρα συμβῇ, προσκροῦσαι πείθοντα καὶ διδάσκοντα ἢ περιιδεῖν ἡμᾶς περιπεσόντας ἡμῖν αὐτοῖς. παρασκευῆς μὲν οὖν οὕτως ἔχω καὶ γνώμης, ἀξιῶ δὲ γενέσθαι μοι μετὰ παρρησίας εἰπεῖν. εἰ μὲν γὰρ εὐθὺς ἀκούσαντας ἔδει παρὰ γνώμην τι πράττειν, καλῶς εἶχεν ἴσως φυλάττεσθαι· ἐπεὶ δὲ ἐφʼ ὑμῖν ἐστι σκεψαμένους ἑλέσθαι τῶν λεχθέντων ὁπότερʼ ἂν βούλησθε, οὐκ ὀρθῶς ἔχει φεύγειν τὴν αἵρεσιν, ἀλλὰ θέντας ἄμφω παρʼ ἄλληλα γενέσθαι τοῦ κρείττονος. χωρὶς δὲ τούτων εἰ μὲν ἦν ταῖς τῶν λόγων ἡδοναῖς προσάγειν τὰ πράγματα, δυστυχία μὴ τοῦτον τὸν τρόπον αἱρεῖσθαι δημηγορεῖν· ἐπεὶ δʼ οὐχ ὅπως ἂν σχήματος οἱ λόγοι σχῶσι, τοιαῦτα ἀποβαίνει τὰ πράγματα, ἀλλʼ ὅπως ἂν ἐκεῖνα τύχῃ τέλους, οὕτως οἱ ῥηθέντες ἐν ἀρχῇ περὶ αὐτῶν ἔδοξαν ἔχειν λόγοι, δεῖ δέχεσθαι τοὺς ἐπʼ εὐνοίᾳ καὶ μὴ μικροῦ μέρους ἡμέρας τὸ μέλλον ἅπαν προΐεσθαι. ὅπου γὰρ οὐδὲ ἐν αὐτοῖς τοῖς πράγμασιν εὖ φρονούντων ἐστὶ τὰ μείζω τῶν ἐλαττόνων ἀποδίδοσθαι, ἦ που λόγου γε χάρις πρόσκαιρος οὐκ ἀντάξιον τῆς εἰς ὕστερον ἀσφαλείας τῶν ὅλων. πρῶτον μὲν οὖν πρὸς τὰ τελευταῖα τῶν εἰρημένων ἀποκρινοῦμαι· ἔπειτα καὶ τὴν τῶν ἄλλων ἐξέτασιν, ὡς ἂν οἷός τε ὦ, ποιήσασθαι πειράσομαι. φημὶ γὰρ ἀμφοτέρους ὀρθῶς γιγνώσκειν, ὦ Ἀθηναῖοι, ὅσοι τε ἐξ ἀρχῆς ταύτην ἔχοντες τὴν

Intertext edge

Open linked passage

Note