Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 30
Aristides, Aelius30 377 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
377.p2
377.p2
γνώμην ὡς οὐ χρὴ πλεῖν εἰς Σικελίαν τῶν αὐτῶν ἔχονται λόγων, ὅσοι τε σύμψηφοι τοῖς πολλοῖς ὄντες τότε νῦν τὴν ἑτέραν φέρουσιν. οἱ μὲν γὰρ ἐξ ἀρχῆς τὰ δέοντα ἐλογίζοντο, οἱ δὲ ἔργῳ δεικνύουσι προνοητικῶς ἔχοντες. ὅτε μὲν γὰρ ἐξῆν ἐφιέναι ταῖς ἐλπίσι, μεθʼ ὑμῶν ἦσαν, ὅτε δʼ ἡ πεῖρα τἀληθὲς εὑρίσκει, πρὸς τὸ φαινόμενον τίθενται ἦν δʼ οἶμαι φιλονεικούντων μὲν οἷς ἐξ ἀρχῆς προείλοντο ἐθέλειν ἐμμένειν, νοῦν δὲ ἐχόντων καὶ βουλομένων σώζεσθαι τὴν πόλιν μετὰ τῶν πραγμάτων γίγνεσθαι. οὐ γὰρ τὰ ψηφίσματα τὰς ἐν τοῖς ὅπλοις πράξεις κατορθοῖ, ἀλλʼ ὅπως ἂν ἔχῃ τὰ τῶν πολέμων πράγματα, τοιαῦτα δεῖ περὶ αὐτῶν γίγνεσθαι τὰ ψηφίσματα.
377.p3
377.p3
οὗτοι μὲν οὖν οὐδὲν ἄλλο λέγουσιν ἢ ὡς ἐπειδήπερ τὸ κατʼ ἀρχὰς προήχθημεν, διὰ τοῦτο καὶ νῦν ἐπεξαμαρτητέον, τὸ κακὸν τοῦ κακοῦ φάρμακον ποιουμένους. ἐγὼ δὲ ἐξ ὧν μεθʼ ὑμῶν ἀκούων εὑρίσκω, τοὐναντίον ἡγοῦμαι βέλτιον ἂν ἡμῖν ἔχειν, ἐξ ἀρχῆς εἰ ταῦτʼ ἀπεψήφισθε. καὶ μὴν ἄριστον μὲν ἅπασιν ἀνθρώποις λογισμῷ τὸ μέλλον καταλαμβάνειν· δυοῖν γάρ ἐστι τοῖν καλλίστοιν σύμβολον, εὐτυχίας τε καὶ τοῦ καλῶς βουλεύεσθαι· εἰ δὲ τοῖς τοῦ βελτίστου διαμαρτοῦσι μὴ ἐξέσται τὰ δεύτερα ἐκ τῶν παρόντων μεταθέσθαι, ὃ πλεῖστόν ἐστι τῶν ἀνθρωπείων, τοῦτο ἀναιρήσεται, τὸ παιδεύεσθαι παρὰ τῶν πραγμάτων, ὥστʼ ἀπέραντον ἀνάγκη τὴν κακοπραγίαν εἶναι. καὶ μὴν εἴ τις ἔροιθʼ ὑμᾶς τίνι τῷ μεγίστῳ νόμον ἢ ψήφισμα εἶναι διαφέρει, τοῦτʼ ἂν εὕροιτε, ὅτι οἱ μὲν νόμοι τὸ δίκαιον εἰσάπαξ εὑρόντες κοινὸν ἔταξαν κατὰ παντὸς τοῦ χρόνου, τὰ δὲ ψηφίσματα ταῖς χρείαις ἀκολουθεῖ· καὶ τὸν αὐτὸν τρόπον ὅνπερ αἱ πράξεις ἄλλοτʼ ἄλλως ἐπὶ τῶν καιρῶν ἀπαντῶσιν, οὕτω τὰ ψηφίσματα καὶ τὰς γνώμας οἱ καιροὶ καὶ ποιοῦσι καὶ λύουσιν· εἰκότως. ἐν ἐκείνῳ μὲν γὰρ τῷ τρόπῳ τοῖς πολίταις διαλεγόμεθα, ὥστʼ ἀρκεῖ φθέγγεσθαι ταυτὸν διὰ τέλους, ταῦτα δὲ πρὸς τοὺς ἔξω καὶ πρὸς τὰς τοῦ πολέμου τύχας ἀνεύρηται. οὐδὲν οὖν αὐτῶν ἐστι βέβαιον οὐδʼ ἀκίνητον, οὐδʼ οἷον μὴ λῦσαί γε δεῖν ποτε. ἀλλὰ μὴν ὅπου καὶ τοὺς

Intertext edge

Open linked passage

Note