Orationes 30
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
378.p4
378.p4
νόμους αὐτοὺς ἐξεῖναι λύειν, ἐάν τι βλάπτωσιν, ἐν αὐτοῖς εἴρηται τοῖς νόμοις, ἦ που ψήφισμά γε, καὶ τοῦτο ὑπὲρ πλοῦ καὶ στρατείας, ἀνεπίφθονον διορθώσασθαι. ἐγὼ δʼ οὐδὲ λύσειν ὑμᾶς φημι τῶν δεδογμένων οὐδέν. εἰ μὲν γὰρ ἔχει τις δεῖξαι καὶ τοῦτο ἡμᾶς προσεψηφισμένους, μηδέποτʼ ἐξεῖναι δεῦρʼ ἐπαναπλεῦσαι αὖθις, ἄλλος ἂν εἴη λόγος· νῦν δὲ κἀκεῖνο πεπλήρωται καὶ τὰ δεύτερα μὴ κεκωλύσθω.
378.p5
378.p5
φέρε γὰρ πρὸς θεῶν, εἴ τις εὐθὺς ἀπʼ ἀρχῆς ἠδυνήθη πᾶν ὑμῖν ἀκριβῶς τὸ μέλλον παραστῆσαι—ἦν δʼ ἂν οὗτος, ὡς ἔοικε, θεῶν τις· οὐ γὰρ ἀνθρώπων γε οὐδεὶς οἷος ἀντισχεῖν τοῖς τόθʼ ὑμᾶς ἀνάπτουσιν—ὡς τὰ πράγματα εἰς τοῦτο περιστήσεται ὥσθʼ ἡμῖν περὶ τῶν ἀπελθόντων πρότερον γενέσθαι τὸν λόγον ἢ περὶ τῆς Σικελίας, ἔσθʼ οὕτω τις ἄφρων ἢ δυστυχὴς ὅτῳ ταῦτα ἤδη ἀφικέσθαι παρέστη, ὥστε τὴν πόλιν τοσαύτῃ δαπάνῃ καὶ τοσούτοις κινδύνοις περιβαλεῖν; οὐκ ἂν ἔγωγε πειθοίμην. οὐκοῦν ἅ γε προγνόντες οὐκ ἂν ἐπέμψατε, ταῦτʼ ἐπιγνόντες μεταπέμποισθʼ ἂν ἐν καιρῷ τοὺς ἄνδρας, ἄλλως τε καὶ οὐκ ἐν ὁμοίοις, ὦ Ἀθηναῖοι, τοῖς ὅλοις πράγμασι καὶ καιροῖς τὴν τότε γνώμην ἔσχομεν καὶ τὴν νῦν μεταθησόμεθα, ἂν ἐμοὶ πείθησθε. τότε μὲν γὰρ καὶ σπονδῶν οὐσῶν πρὸς Λακεδαιμονίους καὶ τὸν οἴκοι πόλεμον νενικηκότες λαμπρῶς ἐν ἐρημίᾳ πολεμίων ὄντες εἰκότως ἐτρυφῶμεν, νῦν δὲ ὁρᾶτε μὲν δή που τοὺς πολεμίους ἀπὸ τοῦ τείχους, ἀντὶ δὲ ὀχληροῦ κἀκείνου καὶ βαρέος, τοῦ καθʼ ἕκαστον ἔτος ἐμβάλλειν εἰς τὴν χώραν, ἵδρυνται συνεχῶς ἐπὶ ταῖς πύλαις καὶ περιέστηκεν, εἰ δεῖ μὴ ληρεῖν, ἀκριβὴς πολιορκία· χρήματα δʼ ἡμῖν τὰ μὲν εἰς τὸν ἀπόστολον τὸν καλὸν ἐξανήλωται, τὰ δʼ ἐν τοῖς ἄνω καιροῖς κατεχρησάμεθα· οἰκέται δʼ αὐτομολοῦσιν ὁσημέραι, τοσούτοις δὲ τοῖς πᾶσιν ἐλάττους γεγόναμεν, ὅσοις ἱκανῶς ἡ μεγίστη μεθʼ ἡμᾶς πόλις κατεσκεύαστο. σκοπῶμεν οὖν εἰ δόξομεν ἢ ἡμᾶς αὐτοὺς γιγνώσκειν, ἢ τὴν πόλιν καλῶς θεραπεύειν, εἰ πολιορκούμενοι μὲν αὐτοὶ τοῦθʼ ἑτέρους ποιεῖν ἐπιχειρήσομεν διαπόντιοι καὶ πρὶν ἐξελθεῖν ἔχειν