Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 30
Aristides, Aelius30 386 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
386.p19
386.p19
μὲν οὐκ αἰσχύνονται, ἐκεῖνο δὲ, εἰ μὴ τυχόντες τῶν πραγμάτων ἐπανίασιν; εἰ γὰρ ἐνταῦθα τὸ αἰσχρόν ἐστι, τί μᾶλλον ἐάν γε μένωσι λύεται, ἕως ἂν τὸ τυχεῖν ἓν τῶν ἀδυνάτων; ἐμοὶ μὲν γὰρ τοὐναντίον, ὦ Ἀθηναῖοι, φαίνεται, ἔτι μεῖζον ταύτῃ γε τὸ αἰσχρὸν καθίστασθαι. εἰ γὰρ ἐμμείναντες ὥς τι δράσοντες, εἶτα πείσονται πλείονα ἢ νυνὶ πεπόνθασι, πῶς οὐχ ὅπερ εἶπον συμβήσεται; ἀλλὰ μὴν ὅτε τοῦθʼ ἓν φαμὲν ἂν αἰσχύνεσθαι τὸ μηδὲν καταπρᾶξαι, οὐχ ἡ νῦν κλῆσις ἔχει τὸ αἰσχρόν· οὐδὲν γὰρ μᾶλλον αὐτὴ τά γε ἐκεῖ διέφθαρκεν, ἀλλʼ ἡ τότε ἔκπεμψις τῶν ἀδυνάτων ἡμᾶς ἐπιθυμοῦντας ἤλεγξεν. ὥστε τοῖς ἐκεῖνα πείσασιν ἐγκλητέον, οὐ τοῖς ταῦτα συμβουλεύουσι. διὰ γὰρ ἐκείνους φεύγειν ἠναγκάσμεθα, ὡς αὐτοὶ λέγουσι, ἐξὸν κατὰ χώρας ἐξ ἀρχῆς μένειν. ἐγὼ δʼ οὐδὲ φυγὴν εἴποιμʼ ἂν, ὦ Ἀθηναῖοι, τόν γε τοιοῦτον εἶναι· οὐδαμῶς. εἰ μὲν γὰρ ἐπιόντας αὐτοὺς μὴ ἐτολμῶμεν ὑφίστασθαι, εἰκότως ἄν τις ἔφη δειλίαν εἶναι· εἰ δὲ ἐπήλθομεν ἐκ περιουσίας, εἰ μὲν προὐχώρει, μὴ προαπελθεῖν, ἀντιπεσόντος δὲ ἀναχωρεῖν τῆς αὐτῆς ἐστι σωφροσύνης. οἱ γὰρ ὑπὲρ τοῦ πλείονος πόλεμοι τοῦτον ἔχουσι τὸν νοῦν, ἂν μὲν ἐξῇ λαβεῖν, τολμᾶν, εἰ δὲ μὴ, τό γε δεύτερον, μὴ χείρω τἀρχαῖα ποιῆσαι· ὥσπερ οἶμαι καὶ τοὺς ἀγαθοὺς χρηματιστὰς ὁρῶμεν οὐκ εἰ μὴ πλείω τὰ ὄντα ποιῆσαι δυνήσονται, καὶ τοῖς ἀρχαίοις ἑκόντας βλαπτομένους, ἀλλʼ ἐπιχειροῦντας μὲν ἐάν τι περιῇ, μὴ φιλονεικοῦντας δὲ ἐάν τι κωλύῃ. ἐπὶ τούτοις γε, ὦ Ἀθηναῖοι, τοῖς λόγοις οὐδὲ νῦν ἀπὸ τοῦ παρατειχίσματος χρῆν ἀναχωρῆσαι Νικίαν, οὐδʼ ὅσους ἀγῶνας ἠγωνίσαντο οἱ στρατιῶται, οὐκέτι χρῆν ἀναχωρεῖν, ὡς ἔοικεν, ἐπειδή γε ἅπαξ συνέστησαν. μωρία ταῦτα καὶ γέλως.
386.p20
386.p20
ὅτι δʼ οὐδὲν ἔξω τῶν εἰωθότων οὐδʼ ἀπὸ τῆς ἀνθρωπείας φύσεως ποιήσομεν, ἂν μὴ τοῖς ἀνηνύτοις προσκαθεζώμεθα, ὀλίγων ἅμα καὶ ἐναργῶν ἀναμνήσθητε. οἶδα μὲν γὰρ εἰς Θετταλίαν ποθʼ ἡμᾶς στρατεύσαντας ὑπὲρ

Intertext edge

Open linked passage

Note