Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 30
Aristides, Aelius30 388 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
388.p22
388.p22
καὶ τῆς πρὸς τοὺς καιροὺς εὐαρμοστίας, καὶ οὔτε Συρακοσίων οὔτε Σελινουντίων οὔτʼ ἄλλος οὐδεὶς τῶν ἐκεῖ κομπάσεται καθʼ ἡμῶν οὐδʼ ὡς ἐξήλασεν ἕξει λέγειν. πάντες γὰρ ἄνθρωποι συνήσονται, ὅσον μὲν εἰς ἡμᾶς κἀκείνους ἧκεν, οὐδὲ μικρὸν αὐτοὺς ἀντᾶραι δυνηθέντας, Λακεδαιμονίων δὲ καὶ Κορινθίων ἐπελθόντων καὶ τῶν ἀρχαίων πολεμίων οὕτως ἡμᾶς δόντας λογισμὸν ἡμῖν αὐτοῖς πρὸς τὰ παρόντα. ὥστʼ οὐ μόνον ἀσφάλεια, ἀλλὰ καὶ δόξα ἀγαθὴ τῇ γνώμῃ προσγίγνεται. οὗτοι μὲν οὖν φοβοῦνται μὴ φεύγειν δοκῶμεν, ἐγὼ δὲ ἀπεύχομαι μὲν τοῦ λόγου τὴν ἀλήθειαν, τὸν ἐναντίον δὲ φοβοῦμαι φόβον μὴ πλεονάζοντες, εἶτʼ οὐ δυνηθῶμεν φεύγειν, ἀλλὰ πάθωμεν ταυτὸν τοῖς περὶ τοὺς κύβους φιλονεικοῦσιν, οἷς ἐξὸν παριδεῖν ὅσον ἐζημιώθησαν, εἶτα ἀθώοις εἶναι τοῦ πλείονος, ἡ μετὰ τῆς ὀργῆς ἔρις τὴν εἰς τοὔσχατον ἤνεγκε βλάβην.
388.p23
388.p23
δοκεῖ δʼ ἔμοιγε τοὐναντίον εἶναι οὐκ ἐν μὲν τῷ πέμπειν τὴν βοήθειαν ἢ λαβεῖν Σικελίαν ἢ κομίσασθαι τοὺς ἄνδρας πάλιν, ἐν δὲ τῷ καλεῖν ἤδη διεφθάρθαι τἀκεῖ πράγματα, ὥσπερ ἀρτίως ἠκούετε. ἀλλʼ ἡμεῖς ἕως ἐστὶ καιρὸς εἰ μὲν μεταπεμψόμεθα καὶ γενησόμεθα πάντες ἐν ταὐτῷ, φημὶ θεῶν ἵλεων ὄντων ἐλπίδας καταλείπεσθαι περὶ τῶν ἐκεῖ πραγμάτων, ὥσπερ καὶ πρότερον συνέβη πέμψασι κατὰ καιροὺς, ἔπειθʼ ὕστερον μειζόνως ἐπιθέσθαι δυνηθῆναι. ἂν δʼ ὠθιζώμεθα πρὸς τὸ ἀδύνατον, φημί τινʼ ἡμῶν κέρδος τὴν ζημίαν ἡγήσεσθαι, εἰ μόνον τῶν πραγμάτων συμβαίη διαμαρτεῖν καὶ πλέον μηδὲν προσυπάρξει παθεῖν. ἔπειτα καὶ τίς τῶν στρατηγῶν, ὦ Ἀθηναῖοι, θαρρήσει καθʼ αὑτὸν δεῦρο ἀνάγειν ἀθρόαν τὴν δύναμιν, ὅταν ὑμῖν προσαγγελθὲν ἀπεψηφισμένοι φαίνησθε, μηδὲ τοὺς ἐλάττους ἐπανήκειν πρὶν πρᾶξαι περὶ ὧν ἐπέμφθησαν· καὶ ὅπου νῦν ὤκνησε Νικίας τὰ παρʼ ὑμῶν, τί ποθʼ ἡγήσεται πείσεσθαι δευτέρας ἐλπίδος ὑμῶν ἁμαρτόντων; οὕτως ἢ νικήσοντας πέμπετε, ἢ θάτερον οὐ βούλομαι προσθεῖναι. ἐν οἷς δὲ ἐγὼ λέγω πάντα ἐφʼ ὑμῖν

Intertext edge

Open linked passage

Note