Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 31
Aristides, Aelius31 396 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
396.p10
396.p10
προήγαγεν εἰς τὸν πόλεμον τουτονί; πότερον ὡς τὰς σπονδὰς παρὰ φαῦλον ἐποιήσασθε ἄν; καὶ τίνες ὑμῶν ἀμείνους θεραπεύειν τὰ θεῖα; ἀλλʼ ὡς οὐδὲν ὑμῖν ἀπόχρη δύναιτʼ ἄν τις εἰπεῖν; ἀλλὰ ταῦτα Κορίνθιοι μὲν ἐβλασφήμουν, ὑμῖν δʼ οὐδεὶς ἀνθρώπων σύνοιδεν. εἶθʼ ὧν ἐξ ἀρχῆς ὑμῖν ὑπαρξάντων οὐκ ἄν ποτʼ ἤρασθε τὸν πόλεμον, εἰ νῦν ταῦτʼ ἔχειν ἔξεστιν, οὐχὶ παύσεσθε, ἀλλʼ ἄκοντες φάσκοντες πολεμῆσαι ἑκόντες οὐ τρέψεσθε πρὸς τὴν εἰρήνην; τίνος ἕνεκα; ὅτι νὴ Δία εὐτυχήσαμεν οἷα ἂν εὐξάμεθα; οὐκοῦν αὐτὸ δὴ τοῦτο καὶ βέλτιστόν ἐστιν. ἀπόλωλε μὲν γὰρ οὐδὲν ἡμῖν τῶν ὑπαρξάντων, προσγέγονε δʼ ἡ τοῦ νενικηκέναι δόξα, καὶ τὸ μηδʼ αὖθις εἶναί τινι θαρρούντως ἡμᾶς ἀδικῆσαι. ὥστʼ εἰ τότʼ ἐστέργομεν οἷς εἴχομεν, πῶς οὐ νῦν γε κἀκείνοις καὶ τοῖς προσυπάρξασι στέρξαι προσήκει; τοὺς δʼ ὑπερδιατεινομένους τουτουσὶ καὶ μέχρι παντὸς ἐπεξιέναι κελεύοντας ἐρωτᾶτε τίς ὑμῖν ἐγγυητὴς ἔσται τοσούτου πράγματος. οὐ γὰρ περὶ Σφακτηρίαν γε ἀεὶ πολεμήσομεν οὐδʼ ἐφʼ ἕτοιμα τοῖς στρατηγοῖς ἐξέσται πλεῖν οὐδʼ ἐκ προρρήσεως ἄγειν τοὺς πολεμίους, ἀλλʼ ἔστιν ἃ καὶ ἀγῶνος φανεῖται δεόμενα. καὶ εἰ μὲν αὐτοὶ ταῦτʼ ἐγγυᾶσθαι φήσουσι, μαινομένων λόγον, οὐχ ὑγιαινόντων ἐροῦσιν. ἔτι δʼ εἰ μὲν τούτοις ἔμελλεν ὁ κίνδυνος ἔσεσθαι μόνοις, ἀλλʼ οὐ σύμπασιν, ἦν ἄν τι τοῦτο· ὅτε δʼ οἱ πεισθέντες πρότεροι δώσομεν τὴν δίκην, τί τὸ κέρδος λαμβάνειν ὕστερον καὶ ζημιοῦσθαι μετὰ τούτων, ἐξὸν ὁμοῦ καὶ ἡμᾶς καὶ τούτους ἀσφαλεῖς εἶναι; ἀλλὰ μὴν εἴ γε μηδʼ ἂν οὗτοι φήσαιεν, ἔχοι δʼ ἐγγυήσασθαί τις, πῶς ὑμῖν καλῶς ἔχει ταῦτα πιστεῦσαι ἃ τούτοις ὑποσχέσθαι τῶν αἰσχρῶν εἶναι δοκεῖ; καὶ ἃ λόγῳ μόνον εἰπεῖν κουφότης, ἦ που βλακεία ταῦτʼ ἔργῳ πάντως θεῖναι γενησόμενα. τότε γὰρ χρὴ, κἂν ἄδηλον ᾖ τὸ μέλλον, αἱρεῖσθαι κινδυνεύειν, ὅταν τὸ τὴν ἡσυχίαν ἄγειν φανερῶς χεῖρον ᾖ. οἷον ὅθʼ ἡμῖν ἐπῄεσαν οἱ βάρβαροι, κινδυνεύειν ἔδει. διὰ τί; ὅτι δουλεύειν ἦν, εἰ μὴ τοῦτʼ

Intertext edge

Open linked passage

Note