Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 32
Aristides, Aelius32 400 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
400.p2
400.p2
μίσους ὑπῆρχέ μοι σύμβολα, ἃ πάντες ὁμοίως σύνιστε. οὐ μὴν ἀλλʼ ἅπερ ἐμαυτῷ ὑμῖν ταὐτὰ δεῖν οἶμαι συμβουλεύειν, μὴ πρότερον τί χρὴ παθεῖν ἐκείνους ὁρᾶν πρὶν ἡμῖν τί πρᾶξαι καλὸν, μηδʼ ἀγνοεῖν ὅτι οὐ περὶ τῆς Ἀθηναίων πόλεως μᾶλλον ἢ περὶ τῆς ἡμετέρας αὐτῶν σκοποῦμεν. ὡς ἐὰν μὲν πρεπούσῃ τινὶ γνώμῃ κατακλείσωμεν τὰ πεπραγμένα, ὑπὲρ ἡμῶν αὐτῶν βεβουλεύμεθα καὶ τῷ ὄντι νενικήκαμεν, ἂν δʼ ἅ τινες κελεύουσι προαχθῆτε, δέδοιχʼ ὅπως μή τι καὶ παράλογον εἰπεῖν ἁρμόσῃ. ἡμᾶς γὰρ εἴ τις ἔροιτο ἀνθʼ ὅτου τὸν πόλεμον τὸν μακρὸν καὶ πολὺν τοῦτον ἠράμεθα, οὔθʼ ὡς λείαν ἡμῶν ἤλασαν οὔθʼ ὡς χώρας ἀπετέμοντο, ὥσπερ Ἀργεῖοι, οὔτʼ ἄλλο τῶν τοιούτων οὐδὲν ἂν ἔχοιμεν εἰπεῖν· οὐδέ γʼ ὡς φθόνῳ τῆς δυνάμεως αὐτῶν καὶ τῆς εὐδαιμονίας, ἀλλὰ τοῦτο καὶ πάντων ἥκιστα συγχωρήσαιμεν ἄν. τίνος μὴν χάριν λοιπόν; ἐλευθερίας τῶν Ἑλλήνων φαίημεν ἂν, οἶμαι δὲ μηδʼ ἡμᾶς ἂν τοῦτό γε χρῆναι λέγειν, ἀλλʼ ὑπὲρ ἡμῶν ἅπαντας ἂν συμφῆσαι. καὶ μὴν οὐδʼ ὅτι μεῖζον ἡμῖν πλεονέκτημα κατʼ αὐτῶν ὑπῆρξεν ἢ τοῦτο οὐδʼ ἂν εἷς εἰπεῖν ἔχοι. περιῆν γὰρ τοῖς μὲν ἐξ ὧν περιειργάζοντο μισεῖσθαι, ἡμῖν δʼ ἐξ ὧν ἐπηγγελλόμεθα. τίνος οὖν χάριν, ὦ ἄνδρες Λακεδαιμόνιοι, τούτων ὑπέμνησα; ἑνὸς μὲν, ἵνʼ εἰδῆτε ὡς οὐδὲν ἡμῖν ὑπόλοιπόν ἐστιν, ἀλλʼ ἔχει τὴν γιγνομένην τελευτὴν ὁ πόλεμος. ὥσπερ γὰρ ἀπʼ ἀρχῆς ἐλευθέρων ὄντων οὐδὲν ἦν πλέον ζητεῖν, οὕτω νῦν ἐκπεπλήρωται. κἂν μὲν οὕτω ποιῶμεν, συμβαίνοντα τὰ ἔργα τοῖς λόγοις παρεξόμεθα καὶ νίκην ἁπασῶν καλλίστην ἀναιρησόμεθα, συμφέρουσαν μὲν τοῖς Ἕλλησιν, ἔντιμον δὲ ἡμῖν αὐτοῖς· εἰ δʼ ἀναιρήσομεν καθάπαξ τὴν πόλιν, οὐ τῶν Ἑλλήνων ὅπως ἐλεύθεροι γενήσονται προορώμενοι πολεμῆσαι δόξομεν, ἀλλὰ τῇ πόλει φθονήσαντες, καὶ τὴν ἡμετέραν αὐτῶν κακίαν ἐκπιμπλάντες, ἀλλʼ οὐ τὴν ἐκείνων ἀμετρίαν δυσχεραίνοντες. τοῦτο δὲ παντί που δῆλον ὡς καθʼ ἡμῶν ἐστιν.
400.p3
400.p3
ἕτερον δὲ πρὸς τούτοις ἐνθυμήθητε, εἰ καί τῳ

Intertext edge

Open linked passage

Note