Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 32
Aristides, Aelius32 401 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
401.p4
401.p4
παράδοξον φανεῖται, τὰ τῶν Ἀθηναίων ἁμαρτήματα ἐκείνους μὲν σώζει, φιλανθρωπεύσασθαι δʼ ἡμᾶς ἀναγκάζει. τί δή ποτε; ὅτι εἰ τότε τοῖς Ἀθηναίοις νεμεσᾶν ᾠόμεθα δεῖν, εἴ τινας τῶν Ἑλλήνων ὑφʼ αὑτοῖς ποιοῦνται, κομιδῆ νῦν ἡμῖν αὐτούς γʼ ἀνελεῖν οὐκ ἔνεστιν. οὔτε γὰρ τῆς ἐλευθερίας ἀποστερῆσαι δή που καὶ καθάπαξ διαφθεῖραι παραπλήσιον οὔθʼ ὅτʼ ἐκείνοις τοὔλαττον οὐχ ἥρμοττεν, ὑμῖν γε τὸ μεῖζον ἐγχωρεῖ. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστιν εἰπεῖν, ὅτι τοὺς μὲν ἄλλους ἅπαντας αὐτονόμους ἔδει ποιεῖν καὶ κινδυνεύειν ὑπὲρ τούτου, τὸ δὲ τῶν Ἀθηναίων οὕτω σφόδρα ἐν οὐδενὶ θέσθαι ὥστʼ ἄρδην ἀπολέσαι, σῶσαι παρὸν, ἂν μόνον ψηφίσησθε; ὅπου γὰρ εἰ μόνους τῶν ἁπάντων ἠξιοῦτε δουλεύειν, οὐ πρὸς ὑμῶν ἦν, ἦ που τό γʼ ἐξελεῖν οὐδʼ ἐγγύς. ἃ δʼ αὖ περὶ τοὺς Σκιωναίους καὶ Μηλίους ἐξήμαρτον πῶς οὐκ ἄτοπον κατηγορεῖν μὲν καὶ λέγειν ὡς ἁμαρτήματα συμβαίη, μιμεῖσθαι δʼ ἀξιοῦν ὡς ὀρθῶς ἔχοντα, καὶ μὴ λογίζεσθαι μηδʼ ὁρᾶν ὅτι τοῖς μὲν Ἀθηναίοις καὶ λόγος τις ὑπῆν ἴσως ταῦτα ποιοῦσι· —καὶ γὰρ ὡς ὑπʼ ἐλαττόνων ἐδόκουν ὑβρίζεσθαι καὶ ὡς οὐχὶ δικαίως ἐμισοῦντο καὶ ὡς οὐκ ἔπειθον προκαλούμενοι καὶ ἄλλα τοιαῦτʼ ἴσως εἴποιεν ἂν, οὐκ ἰσχυρὰ λέγοντες οὐδʼ ἀποχρῶντα, φημὶ κἀγὼ, ὅμως δʼ ἔχουσιν ἀναισχυντῆσαι—ἡμῖν δʼ οὐδὲ λόγος καταλείπεται τὸ μὴ ταῦτʼ ἔσεσθαι δεδρακότας ὧν αὐτοὶ κατεψηφίσμεθα καὶ ἃ διωρίσμεθα μὴ δεῖν ἐν τοῖς Ἕλλησι γίγνεσθαι. τί γὰρ δὴ καὶ τὸ δεινὸν ἐκείνοις ἔτι δόξει πεπρᾶχθαι παρά γʼ ὑμῖν κριταῖς, εἴπερ ὑμῖν γε μηδὲν εἶναι δόξει δεινὸν Ἀθήνας ἀπολωλέναι; οἶμαι δʼ, εἰ μέν τις, ὦ ἄνδρες Λακεδαιμόνιοι, τὴν Μαραθῶνι μάχην ἢ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Ἀθηναίων ὑμᾶς κελεύοι μιμεῖσθαι, οὐκ ὀρθῶς ἔχειν ἀποδέχεσθαι, πλημμελείας δὲ τοιαύτας ἥκιστα πάντων. εἰ δʼ αὖ μηδὲ τὰ κάλλιστα τῶν ἔργων ἑτέρωθεν ἡμῖν προσήκει λαμβάνειν, ἀλλʼ αὐτοὺς μᾶλλον εἶναι παράδειγμα τοῖς ἄλλοις, ἦ που τά γε χείριστα τῶν ἐκείνοις πεπραγμένων κομιδῆ τετυφωμένων

Intertext edge

Open linked passage

Note