Orationes 32
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
402.p5
402.p5
ὑμῖν προξενεῖν. ἐμοὶ μὲν γὰρ καὶ ὑπερβολὴ προσγίγνεσθαι δοκεῖ διʼ ἀμφοῖν· οἵ τε γὰρ δρῶντες Λακεδαιμόνιοι καὶ οὐκ Ἀθηναῖοι οἵ τε πάσχοντες Ἀθηναῖοι καὶ οὐ Σκιωναῖοι, ὧν οὐδὲ τοὔνομα πολλοῖς γνώριμον. ἔπειτα καὶ οὗτοί μοι δοκοῦσιν ἡμῶν γε κρατήσαντες οὐδὲν ἂν πλέον ζητῆσαι, ἀλλʼ αἰσχυνθέντες ἂν τὸ σχῆμα καὶ τὰς ἀρετὰς ἐνταῦθά που στῆναι. ἴσμεν δʼ ὅτι καὶ τοὺς ἐκ Πύλου τρόπον τινὰ ᾐσχύνθησαν.
402.p6
402.p6
μὴ τοίνυν ἀνθʼ ὅτων αὐτοὺς τιμωρήσεσθε σκοπεῖτε, ἀλλʼ οὕστινας ὄντας καὶ τίνες ὄντες αὐτοὶ καὶ τὸ μέτρον τῆς τιμωρίας. ἔξεστι νῦν Αἰγινήταις κομίσασθαι τὴν ἑαυτῶν· ἀλλʼ ἐὰν ἡμεῖς Ἀθηναίους αὐτοὺς μὲν διαφθείρωμεν, τὴν δὲ πόλιν κατασκάψωμεν, οὐδʼ αὐτοῖς ἡμῖν βουληθεῖσι μεταγνῶναι πλέον οὐδʼ ὁτιοῦν λείπεται. πάντων δʼ ἥκιστα ἔγωγε ᾤμην ἐγχωρεῖν τοῖς μεμφομένοις τοὺς Ἀθηναίους ταῦτα εἰσηγεῖσθαι. εἰ μὲν γὰρ δικαίως αὐτοῖς πεποίηται, τί μέμφονται; εἰ δʼ οὐ μέτρια ἐποίουν, πῶς ὑμῖν γε καλὸν τοσοῦτον παρελθεῖν ἀναλγησίᾳ; οἶμαι γὰρ, ἂν μὲν αὐτῶν φείσησθε, ἔργῳ τὰς κατηγορίας βεβαιώσειν καὶ δείξειν ὁποίους τινὰς εἶναι χρῆν περὶ τοὺς Ἕλληνας, ἂν δʼ ἀνέλητε, κάλλιστα ὑπὲρ αὐτῶν ἀπολογήσεσθε. ὥσπερ γὰρ ἐν τοῖς ἄθλοις οἱ νικήσαντες φέρονται τοὔνομα, οὕτως ὑμεῖς, ἂν ὑπερβάλησθε τὴν ἐκείνων εὐχέρειαν, αὐτοὶ τῆς ἀδοξίας κληρονομήσετε. οὕτως ἐπεξιόντες μὲν ἀφίετε αἰτίας αὐτοὺς, συγγνόντες δὲ ἐλέγχετε. καὶ μὴν οὐδʼ ἐκεῖνό γε δεῖ λαθεῖν ὑμᾶς, ὅτι νῦν μὲν πρὸς ὀργὴν ὧν ἐγκαλοῦσιν ἡδέως ἂν αὐτοὺς ὁτιοῦν παθόντας ἴδοιεν οἱ Ἕλληνες, χρόνου δʼ ἐγγενομένου καὶ λογισμῷ τὸ πρᾶγμα λαβόντες τοῖς μὲν συναλγήσουσιν, ὑμῖν δὲ μέμψονται. πολλαὶ δὲ μεταβολαὶ τῶν πραγμάτων· ἃ χρὴ προσκοπεῖν καὶ νομίζειν τοὺς προφέροντας ἐκείνοις τὰ Μηλίων ἢ Σκιωναίων πάθη καὶ ὑμῖν προφέρειν τὰ Πλαταιέων. ἀλλʼ οὔθʼ ἃ τοῦ πολέμου τοῦ συνεχοῦς ἦν, ταῦτʼ ἐπὶ τῷ τέλει καὶ ἡνίκʼ ἔξεστι πεπαῦσθαι πράξασι τὴν ἴσην ἔχει συγγνώμην, οὔθʼ ὡς πλεῖστα δή που τὰ τοιαῦτα γίγνεσθαι καλὸν, ἀλλʼ ἐξ