Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 32
Aristides, Aelius32 404 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
404.p9
404.p9
συγκέκλεινται· τὰ δὲ πολλὰ καὶ λαμπρὰ ἐκεῖνα ὄναρ δὴ διαπτάμενα αὐτοῖς οἴχεται. εἶτα τούτοις ἡμεῖς ὀργιζώμεθα; μηδαμῶς. ἀνδρῶν γάρ ἐστι καθʼ ὑμᾶς τὴν φύσιν τοὺς μὲν ἀνθεστηκότας κατείργειν τοῖς ὅπλοις, τοὺς δʼ ὑποπεσόντας ἠπίως μεταχειρίζεσθαι, καὶ τοῦ νικῆσαι μαχομένους οὐκ ἐλάττω φιλοτιμίαν ἔχειν ἡγεῖσθαι τὸ καλῶς χρῆσθαι τοῖς ὑπάρχουσιν, ἄλλως τε καὶ εἰ φαυλότατοι πάντων ἐν τῷ νυνὶ χρόνῳ περὶ τοὺς Ἕλληνας γεγόνασιν, ἦν ὅτε οὐδένες τούτων βελτίους μετά γʼ ἡμᾶς. ἀλλʼ ἂν ἐξετάζητε ὀρθῶς, οὐδαμοῦ τὰ νῦν ἐγκλήματα πρὸς τὰς τότε αὐτῶν ἀνδραγαθίας ὄντα φανήσεται καὶ μεγέθει λέγω καὶ πλήθει. νυνὶ μέν γε Σκιώνην καὶ Μῆλον καὶ Τορώνην καὶ δύο καὶ τρεῖς ἑτέρας πόλεις ἀοίκους ἐποίησαν, τότε δὲ ἁπάσας τὰς πόλεις συνδιέσωσαν τῇ Ἑλλάδι, ἰδίᾳ μὲν πρὸς Δᾶτιν, κοινῇ δὲ μεθʼ ἡμῶν πρὸς Ξέρξην καὶ τοὺς ὑπάρχους ἀγωνισάμενοι. καὶ νῦν μέν γε Αἰγινήτας ἐξῴκισαν, τότε δʼ ἐξέλιπον τὴν ἑαυτῶν ὑπὲρ τοῦ μηδὲν ἀνήκεστον τοῖς Ἕλλησι συμβῆναι, καὶ παρὸν αὐτοῖς ἀποπλεύσασιν οἴχεσθαι, ἢ καὶ τῷ βασιλεῖ προσθέσθαι καθʼ ἡμῶν, οὐκ ἐτόλμησαν. ἆρʼ ἐστὶν ἃ τοὺς ἄνδρας ἐξαιτεῖται παρʼ ὑμῶν; καὶ σιωπῶ σίτου μετάδοσιν τὸ ἀρχαῖον καὶ μυστηρίων ἔτι νῦν ἐφʼ ἑκάστῳ τῷ ἔτει γιγνομένων καὶ τῶν καταφευγόντων ὑποδοχὰς καὶ μυρίας ἑτέρας φιλανθρωπίας.
404.p10
404.p10
καὶ πρὸς μὲν τὸ κοινὸν τοιοῦτοι τῆς Ἑλλάδος οἱ νῦν ἐπίφθονοι καὶ βαρεῖς, πρὸς δʼ ὑμᾶς ἰδίᾳ τίνες; ὡς μὲν Ἡρακλείδας ἐδέξαντο ταύτῃ τῇ πόλει καὶ ὡς Ἡρακλέα καὶ Διοσκούρους πρώτους ξένων ἐμύησαν ἐῶ λέγειν· καίτοι κἂν εἰ χωρὶς εὐεργεσίας πρὸς τῶν θεῶν τούτων ὑμᾶς ἱκέτευον λόγον εἶχεν αἰσχυνθῆναι. ἀλλʼ ἐν τῷ πρὸς Μεσσηνίους πολέμῳ δεηθέντων ἡμῶν τίνες ἦσαν οἱ τὸν Τυρταῖον πέμψαντες; ἢ τίνες οἱ Κίμωνα ὑπὸ τὸν σεισμὸν τετρακισχιλίους ὁπλίτας ἄγοντα; ἆρʼ οὖν τὰ μὲν ἐκείνων τοιαῦτα εἰς ὑμᾶς, τὰ δʼ ἡμέτερα ἐλάττω πρὸς ἐκείνους, οἳ Δωριέων μέν ποτʼ ἐπʼ αὐτοὺς στρατευόντων μόνοι πάντων οὐκ ἠξιώσαμεν, τυραννουμένοις δὲ μόνοι τῶν πάντων ἐβοηθήσαμεν; εἰς Μαραθῶνα δʼ οὕτως

Intertext edge

Open linked passage

Note