Orationes 32
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
405.p11
405.p11
ἠπείχθημεν ὥστʼ ἀνθʼ ἡμεροδρόμων ἐγενόμεθα. ἆρʼ οὖν καλὸν ἢ τοὺς συσσώσαντας ἡμῖν τοὺς ἀρχηγέτας αὐτοῖς παισὶ καὶ γυναιξὶ νῦν ὑφʼ ἡμῶν ἀπολέσθαι, ἢ τοὺς τὴν πόλιν ἐκλιπόντας ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ὑφʼ ἡμῶν τῆς πόλεως στερηθῆναι, ἢ τοὺς ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας τοῖς τυράννοις ὑμᾶς πολεμοῦντας, καὶ ταῦτα πρὶν ἃς εἶπον αὐτοὺς ἀρετὰς ἐπιδείξασθαι, τούτους νῦν πανωλεθρίᾳ τοὺς αὐτοὺς τούτους διαφθεῖραι; καὶ τοῖς μὲν τότε μηδίσασι γενέσθαι παρʼ ὑμῶν συγγνώμην, οὓς δεκατεύειν πρότερον ἐψηφίσασθε, καὶ τοὺς Ἀθηναίους οὐχ ἥκιστα εἶναι τοὺς ταῦτα συμπείθοντας, τοῖς δὲ μεθʼ ὑμῶν γενομένοις καὶ μεθʼ ὧν ἐν τοῖς κοινοῖς τῶν Ἑλλήνων ἱεροῖς τετάχθαι προσῆκε τὴν Ἑλλάδα ἐλευθεροῦντας, τούτοις ἐνταῦθα τελευτῆσαι τὴν τύχην; καὶ τοὺς μὲν ἐκ τῶν βαρβάρων περὶ τῆς βώλου καὶ τοῦ ὕδατος ἐλθόντας, ὡς συλῶντας τὰ τῆς Ἀθηνᾶς, οὕτως ὑπʼ ἐκείνων ἀποθανεῖν, καὶ δύο ταύτας πόλεις μόνας κοσμῆσαι τὸ τῶν Ἑλλήνων γένος ὅσοις ἐψηφίσαντο, τήν τε ἡμετέραν καὶ τὴν ἐκείνων· κατασκαπτομένης δὲ ἀκροπόλεως καὶ ἱερῶν καὶ τῆς πόλεως ἄρδην ἀπολλυμένης καὶ τῆς χώρας οὐκ οἶδʼ οἷστισιν ἀνθρώπων διδομένης, οὐδὲν τούτων ἄρα οἴεσθε οὔτε πρὸς τοὺς ἄλλους θεοὺς οὔτε πρὸς τὴν Ἀθηνᾶν εἶναι, ἣ κοινὴ μὲν ἀρχηγέτις ἀμφοῖν ταῖν πόλεοιν, τῆς δʼ ἐκείνων τὴν ἐπωνυμίαν ἔχει; μηδαμῶς, ὦ ἄνδρες Λακεδαιμόνιοι, μὴ τοὺς βαρβάρους μιμώμεθα, μηδʼ ἣν ἔρεισμα τῆς Ἑλλάδος πόλιν ᾔδομεν, ταύτην ἀνατρέψωμεν, μηδʼ ὑποσπάσωμεν, μηδʼ ἐκκόψωμεν τῆς Ἑλλάδος τοῖν ὀφθαλμοῖν τὸν ἕτερον, ἀλλʼ ἀναμνησθέντες ἐκείνης τῆς ἡμέρας ἐν ᾗ μὴ καταλιπεῖν τοὺς Ἕλληνας αὐτῶν δεομένοις ἡμῖν ὑπήκουσαν, παριδόντες μὲν τὰς τοῦ βασιλέως ἐπαγγελίας, καταφρονήσαντες δὲ κινδύνων καὶ φόβων, ἐν καιρῷ νῦν τὴν χάριν αὐτοῖς ἀπόδοτε, ἕν τι τῶν αἰσχίστων νομίσαντες, ἰδίᾳ μὲν εἴ τῳ μείζω τῶν ἐγκλημάτων εἴη τὰ τῆς ἀνδραγαθίας εἰδέναι συγγιγνώσκειν, πόλει δὲ τοσαύτῃ τὸ δίκαιον τοῦτο μὴ σωθῆναι. φέρε πρὸς Διὸς, οὐδὲν γὰρ ἀπώμοτον, εἰ πάλιν ἐξ ἀρχῆς ὁ βάρβαρος ἡμῖν ἐγχειρήσειε,