Orationes 33
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
408.p2
408.p2
ἀμφοτέροις γενομένους κινδυνεύσειν πρὸς τοὺς ἑτέρους, βοηθήσοντας δὲ τοῖς ἐλάττοσιν ἐκ μέσου τὸ λοιπὸν ἀμφοῖν ἑστήξειν. ἃ μὲν οὖν λογιζόμενος πέπαυμαι μέσος ὢν καὶ διʼ ἃ τοὺς Λακεδαιμονίους ᾕρημαι, ταῦτʼ ἐστί· τὸ δʼ ὑμέτερον πρόχειρον εἰς φιλανθρωπίαν καὶ τὸ φθάνειν τοὺς ἀτυχοῦντας οἰκτείροντας ἢ ʼκείνους δεομένους, τάχʼ ἂν οὐκ ἐάσειε ταῦτʼ ἀκριβῶς ἐξετασθῆναι. σύνοιδα γὰρ ὑμῖν καὶ ὅτε πρῶτον ὁ κήρυξ ἦλθε τὴν μάχην ἀγγέλλων, ὃν ἐστεφανωμένον ὡς ὑμᾶς ἔπεμψαν οἱ Θηραῖοι, πρὸς ἀηδίαν καὶ λύπην ἀκούσασι καὶ οὕτω πόρρω τοῦ συνησθῆναι γενομένοις, ὥστε μήτε εἰς τὸ πρυτανεῖον καλέσαι μήτʼ ἄλλο μηδὲν φιλάνθρωπον ἐνδείξασθαι. οὕτως ὁ παλαιὸς λόγος ἔστʼ ἀληθὴς ὅτι τοῖς καθʼ ἑκάστους ἀτυχοῦσι κοινὴ πᾶσιν ὕπεστιν εὐτυχία τὸ τῆς πόλεως ταύτης ἦθος ὑφʼ οὗ σώζονται. ἀλλὰ μὴν τόν γʼ ἀναμνήσοντα ἂν ὑμᾶς τῶν ἐπὶ τοῦ Δεκελεικοῦ πολέμου πεπραγμένων τοῖς Λακεδαιμονίοις τίνες αὐτοῖς ἐκοινώνουν ἐρήσομαι· οἶμαι μὲν οὐ Σάμιοι, ἀλλʼ οἷς ὡς ἀναμαρτήτοις βοηθεῖν ἀξιώσει.
408.p3
408.p3
εἰ μὲν οὖν καιρῷ τινι καὶ φιλανθρωπίᾳ ταῦτα δεδόσθαι δεῖ, κοινὴν ἀμφοῖν δίκαιον ὑπάρχειν τὴν λήθην, οὐ τοῖς μὲν καὶ ἐξ ἀρχῆς ὑπʼ ἐκείνων ἀναπεισθεῖσι καὶ καταλῦσαι μεταξὺ σπουδάσασι, κᾆτα κωλυθεῖσι μνησικακεῖν, τοῖς δὲ διὰ τέλους ἀγνώμοσι παρεικέναι χρὴ τὴν μέμψιν· εἰ δʼ ἀμφοτέροις ἐγκαλεῖν χρὴ, ὡς ἔγωγε μὰ τοὺς θεοὺς οὐκέτʼ ἂν ἀξιοίην, εἰ μή τις ἔχοι με πεῖσαι, τί δεῖ ταῦτα κατηγορεῖν ὧν ἀποκρῖναι τοὺς ἑτέρους οὐκ ἔστιν; ἁπάντων γὰρ τῶν ὡς ὁ μάλιστʼ ἂν ἐξετάζων εἴποι χειρίστων οἵδε αὐτοῖς ἐκοινώνουν.
408.p4
408.p4
καὶ μὴν εἴ τινα καὶ ἐκλέξαντα εἰπεῖν δεῖ παρέντα τὰ τοῦ πολέμου κοινὰ, σκοπῶμεν τὰ μετὰ ταῦτα πραχθέντα καὶ βουλευθέντα ἑκατέροις. εὑρήσομεν γὰρ τὰ μὲν Θηβαίοις δόξαντα, ἀναίρεσιν τῆς πόλεως ἡμῶν καὶ ἀνδραποδισμὸν καὶ μηδένα μηδαμοῦ λοιπὸν εἶναι· φεύγω