Orationes 33
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
409.p5
409.p5
τοὔνομα προσθεῖναι τῇ βλασφημίᾳ—καίτοι ταῦτά γε οὐδʼ ὁ Πέρσης ἔγνω πρότερον περὶ ἡμῶν, ἀλλʼ ἀποχρῆν ᾤετο, ἐὰν τὸ κελευόμενον ποιεῖν ἐθέλοντας ἔχῃ—τὰ δʼ αὖ Λακεδαιμονίοις δόξαντα ταῦτʼ ὄντα, ἃ νῦν αὐτοῖς ἀξιοῦσιν ὑπάρξαι παρʼ ὑμῶν, τὴν αὑτῶν οἰκεῖν καὶ μηδὲν ἀνήκεστον παθεῖν. καὶ δῆτα ἔγωγε σκοπῶ πρὸς ἐμαυτὸν, εἰ τότε τοῖς Λακεδαιμονίοις συνέδοξεν ἅπερ τοῖς Θηβαίοις καὶ ὑπέστησαν τοῦτο τὸ ἔργον, καὶ μὴ θεῶν τις χεῖρα ὑπερέσχε τοῦ τοιούτου πράγματος, τί λοιπὸν ἦν ἐν μέσῳ ἢ ζητεῖν νῦν τοὺς Θηβαίους οὕστινας καλέσουσι κατὰ τούτων; καίτοι, δοθήτω γάρ μοι καὶ τοῦτʼ εἰπεῖν ἄνευ φιλονεικίας, Λακεδαιμονίοις μὲν, ἂν ἐπὶ πᾶσι δικαίοις σκοπῇ τις, συγγνώμης ἴσως μετὸν εὑρήσει καὶ τῶν ἐπὶ τοῦ πολέμου πραχθέντων καὶ εἴ τι ὕστερον ἠγνωμόνησαν. διὰ τί; ὅτι τοῖς μὲν ὑπὲρ ἀρχῆς καὶ ἡγεμονίας φιλονεικοῦσιν αὐτὸ τὸ σχῆμα τοῦ πολέμου δίδωσι παραίτησιν, ἐάν τι προαχθῶσι, τοῖς δὲ ὑπὲρ τοιαύτης μὲν οὐδεμιᾶς φιλοτιμίας, ἄλλως δὲ ἐγκειμένοις καὶ πλεονάζουσιν, ἃ οἱ Θηβαῖοι τότʼ ἐποίουν, πᾶς ὁστισοῦν ἂν νεμεσήσαι δικαίως ὅτι τὴν ἀγνωμοσύνην ἀπρόσωπον ἔχουσι καὶ φύσει πονηρῷ τρόπῳ χρῶνται. καὶ μὴν εἴ τις τούτων μὲν παρεληλυθέναι τὴν ἐξέτασιν ἡγεῖται, τὴν δὲ τοῦ νῦν παρόντος πολέμου πρόφασιν ἀκριβῶς ζητεῖ, ἀδικεῖν τοὺς Λακεδαιμονίους οἶδʼ ὅτι κρίνει καὶ μετὰ τῶν Θηβαίων γίγνεσθαι δεῖν οἴεται.
409.p6
409.p6
ἐγὼ δʼ ὅτι μὲν Φοιβίδας ὁ ταῦτα πράξας ἦν καὶ οὐδὲν ἐπράχθη τούτων ἀπὸ τῆς κοινῆς γνώμης, ἀλλʼ αὐτῶν Θηβαίων οἷς οὐκ ἤρεσκε τὰ παρόντα καλούντων εἰσῆλθεν ὁ Φοιβίδας παριὼν καὶ κατέλαβε τὴν Καδμείαν οὔτε πάνυ τι πιστεύω οὔτʼ ἂν εἴποιμι· ἐξῆν γὰρ τοῖς οἴκοι δή που ταῦτα ἀκούσασι καλεῖν ὀπίσω, ζημιοῦν, ἐξάγειν, ἀγανακτοῦντας ὁρᾶσθαι, ὃ πολλοῦ δέουσι πεποιηκέναι. οὐ μὴν ἀλλʼ εἰ μὲν δίκην λαβεῖν βουλομένοις τοῖς Θηβαίοις