Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 33
Aristides, Aelius33 410 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
410.p7
410.p7
ἐμποδὼν ἱστάμεθα, ἠδικοῦμεν ἂν ὡς ἀληθῶς καὶ οὐχ ἡμῶν ἐποιοῦμεν· ἐπεὶ δὲ ταύτην μὲν εἰλήφασι, τοῦ πρόσω δὲ γλίχονται, οὐχ ἡγοῦμαι δεῖν ἐπὶ τῇ τοῦ δικαίου προφάσει πρᾶγμα ἀδικώτατον αὐτοῖς συγχωρῆσαι, τήν τε Πελοπόννησον καὶ τοὺς ἄλλους Ἕλληνας καταδουλώσασθαι, τὸ γὰρ Λακεδαιμονίους ἀνελεῖν τοῦτο δύναται. εἰ μὲν οὖν πρὸ τῆς μάχης ἐπεπόμφεσαν ἀμφότεροι, βοηθεῖν ὁμοίως ὥσπερ νυνὶ δεόμενοι, τοῖς Θηβαίοις ἔγωγε συνεῖπον ἂν, οὐ βουλευσάμενος λέγω. διὰ τί; ὅτι τὴν μὲν Λακεδαιμονίων παράκλησιν συγκαταδουλοῦσθαι Θηβαίους ἂν ᾤμην εἶναι, τὴν δὲ Θηβαίων λαβεῖν τὰ δίκαια παρὰ Λακεδαιμονίων. τοῦτο δʼ ἐκείνου πολὺ κρείττω λόγον ἔχειν ἡγούμην ἄν. τηνικαῦτα δὲ ἀφιγμένης τῆς πρεσβείας, ἡνίχʼ ὃ ζητοῦσι προέχουσιν, οὐχ ὁρῶ τὸν τρόπον τῆς βοηθείας. ἀλλʼ ἔγωγε, καὶ μηδεὶς δυσχεράνῃ τὴν ἀτοπίαν, εἰ καὶ κατʼ ἀρχὰς πεμψάντων ἀμφοτέρων τοῖς Θηβαίοις συνεῖπον, ἔπειτα πάλιν μετὰ τὴν μάχην ἔπεμψαν ὥσπερ νῦν ἀμφότεροι, θαρρῶν ἐκέλευον ἂν ἀνταλλάττεσθαι. ὅτε μὲν γὰρ καθίστατο ὁ πόλεμος, τοῖς ἀδικουμένοις συλλαμβάνειν ἐκέλευον ἂν, ὅτε δʼ οὗ χάριν ἂν συνηράμεθα αὐτοῖς ἐξεπεπλήρωτο, δυοῖν θάτερον, ἢ πεπαῦσθαι δεῖν ἂν αὐτοὺς ᾤμην, ἢ πλεονάζοντας ὑφʼ ἡμῶν πάλιν κατέχεσθαι· καὶ ὅσῳ γε προθυμότερον πρότερον βεβοηθηκότες αὐτοῖς ἦμεν ἂν, τοσούτῳ μᾶλλον νῦν ἀντιστῆναί φημι δεῖν. ἐπειδὴ γὰρ τυχόντες τῶν δικαίων ὧν προΐσταντο σπουδάζειν οὐχὶ παύονται, πάρεισιν εἰς τὸ τῶν Λακεδαιμονίων ἔγκλημα αὐτοὶ διʼ ὁδοῦ δικαίας, καὶ μετελήλυθεν ἡ τοῦ πολέμου πρόφασις, διʼ ἣν ἐπʼ ἐκείνους τότʼ ἐλθεῖν ἔδει. οὐ γὰρ ὧν πεπόνθασιν ἀμύνονται, ἀλλʼ ἃ κατωρθώκασι μείζω ποιῆσαι ζητοῦσιν. οὐκοῦν ὃ μὲν εἶχον δίκαιον, ἐξήκει καθὸ τῆς βοηθείας ἂν ἔτυχον, τὸ παρὸν δὲ ἀδίκου τάξιν ἔχον γιγνώσκεται. διὸ κωλύοιντʼ ἂν ὑφʼ ἡμῶν δικαίως. ἔπειτα οὐδʼ εὔλογον φυγόντας ἂν τότε τοὺς Θηβαίους τοῖς

Intertext edge

Open linked passage

Note