Orationes 33
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
411.p8
411.p8
Λακεδαιμονίοις συγκαταδουλοῦν, συνανελεῖν τοὺς Λακεδαιμονίους τούτοις νῦν ὑπομεῖναι. πολὺ γὰρ δή που μᾶλλον, ὦ Ζεῦ καὶ θεοὶ, Θηβαίους ἀποστῆναι διʼ ἡμᾶς ἄξιον ἢ μετασχεῖν ἡμᾶς διʼ ἐκείνους τοιαύτης πράξεως.
411.p9
411.p9
ἔστι γὰρ, ἔστι καὶ ἀμυνομένοις ἀμέτρως ἀδικεῖν· κἄν τις οἷς τὰς τιμωρίας ἀναπληροῖ πρὸς τἀδικήματα τούτοις ὑπερβῇ, δεύτερος ἄρχει πάλιν. οἷόν τι λέγω, ἦλθον ἐπὶ Θηβαίους Λακεδαιμόνιοι· καλῶς. οὐκοῦν καὶ δεδώκασι δίκην Θηβαίοις Λακεδαιμόνιοι. τοῦτʼ ἔχει τέλος ἡ μέμψις. ὅ τι δʼ ἂν μετὰ τοῦθʼ ὑπὸ τῶν Θηβαίων γίγνηται, δευτέρας ἀδικίας ὡς εἰπεῖν ἐστιν ἀρχὴ καὶ περίοδος. τοῦτο δʼ οὐκ ἐπὶ τῶν πόλεων μόνον ἐστὶν, ἀλλὰ καὶ τὰ τῶν ἰδιωτῶν ἅπαντα ὑπὸ τοῦτον τὸν λόγον ἔρχεται. τό τις ἢ τὸ ποιήσας ἐκολάσθη, λύσις ὡς εἰπεῖν αὕτη γέγονε τοῦ πονηρεύματος· ἐὰν δʼ ἅπαξ τιμωρησάμενος μετὰ ταῦτα ἐλαύνῃ καὶ φέρῃ τὸν δυστυχήσαντα, αὐτὸν ἤδη κολάζειν οἱ νόμοι προστάττουσι· δικαίως. τοῦτο γάρ ἐστιν ὑπὲρ τῆς φύσεως τοῦ παντὸς γένους ἡμῶν, εἶναί τι τοῖς ἁμαρτάνουσι μεθʼ ὃ δεῖ στῆναι τὴν τοῦ πεπονθότος ὀργήν. ἐπεὶ νῦν εἰπάτω μοί τις, ἐὰν τοῖς Θηβαίοις προσθώμεθα καὶ οἱ Λακεδαιμόνιοι πάλιν κρατηθῶσι καθάπαξ, τί τὸ κωλῦόν ἐστι πάλιν δίκην ἑτέραν ἥντινα λήψονται ζητεῖν τοὺς Θηβαίους, καὶ τοῦτʼ ἀπέραντον εἶναι μέχρι παντὸς διὰ τὸ πρῶτον ἔγκλημα; ἀλλὰ τί ταῦτα ἀκριβολογοῦμαι; εἰ γὰρ καὶ πάνδεινα πεποιήκασιν οἱ Λακεδαιμόνιοι καὶ πάσης μείζω τιμωρίας, ὁ καιρὸς αὐτοὺς, ὦ ἄνδρες Ἀθηναῖοι, παραιτεῖται καὶ τὸ μὴ καλῶς ἔχειν ὑμῖν συνεπιτίθεσθαι τοῖς αὐτῶν ἀτυχήμασιν. ὧν γὰρ πλείους μὲν ἢ χίλιοι τεθνᾶσιν, ἀφεστᾶσι δʼ οἱ σύμμαχοι, κεκόσμηται δὲ τοῖς ὅπλοις τὰ Θηβαίων ἱερὰ, αἱ δʼ ἐλπίδες εἰς ἡμᾶς μόνους ἀνήρτηνται, πῶς ἄξιον αὐτόχειρας τούτων γενέσθαι καὶ μὴ συνδιατηρῆσαι τὰς ὑπολοίπους ἀφορμάς; εἰ γὰρ καὶ αὐτοὶ πολεμοῦντες ἴδιον πόλεμον ταῦτʼ εἴργασθε αὐτοὺς, δικαίως ἄν μοι δοκοῖτε ἐνταῦθα στῆναι. τὸ δὲ Θηβαίοις συγκατεργάσασθαι τέλειον τὸν τῶν ἀντιπάλων