Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 33
Aristides, Aelius33 412 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
412.p10
412.p10
ὄλεθρον πῶς οὐ φευκτὸν καὶ μέχρι ῥήματος; πρὸς ταῦτα τὴν εἰρήνην τὴν ἐπʼ Ἀνταλκίδου καὶ ὅ τί τις βούλεται προφερέτω. τοῦτο μὲν δὴ τὸ τῆς εἰρήνης καὶ πάντων πλείστου πρίαιντʼ ἂν Λακεδαιμόνιοι κατʼ αὐτῶν λέγεσθαι παρὰ τὴν νῦν χρείαν. ὅσῳ γὰρ ἂν μᾶλλον ἐκείνην μέμφησθε, τοσούτῳ προθυμότερον σωστέον αὐτούς ἐστιν ὑμῖν νυνί. γέγραπται γὰρ ἐν αὐτῇ δή που τοὺς τὴν Ἀσίαν αὐτὴν οἰκοῦντας Ἕλληνας ὅ τι ἂν βούληται βασιλεὺς ἐξεῖναι δρᾶσαι, τοὺς δὲ τοῦτο δυσχεραίνοντας τῆς νῦν πρεσβείας τῶν ἠτυχηκότων οὐκ ἔνεστιν ἀμελῆσαι. οὔτε γὰρ δήπουθεν ὅλως Λακεδαιμονίοις καὶ Ἀθηναίοις ἴσην δεῖν εἶναι πρόνοιαν τῶν Ἑλλήνων οὐδʼ ἂν εἷς εἴποι, βλέπων εἰ καὶ εἰς μηδὲν ἕτερον, ἀλλʼ εἰς αὐτὰς ταύτας τὰς πρὸς τὸν βασιλέα συνθήκας, ὧν αἱ μὲν ἐκείνων ἐκδότους πεποιήκασι τοὺς Ἕλληνας τοὺς ἐπὶ θαλάττῃ, αἱ δὲ ἡμέτεραι τῆς θαλάττης ἄνω κατέχουσι βασιλέα· οὔθʼ ὅμοιον εἰς ἀνάγκην κατακλεισθέντας καὶ εἰρήνης ἐπιθυμήσαντας συγχωρῆσαι ταῦτα καὶ εἰρήνης οὔσης ἐπιθυμίᾳ πολέμου παριδεῖν ἐθελοντὰς τὰ δίκαια. ὅπου δὲ καὶ γράψαι περὶ τῶν ἐν τῇ γῇ τῇ βασιλέως ἐξεῖναι τῷ βασιλεῖ πρᾶξαι ὅ τι ἂν βούληται βαρὺ καὶ δεινὸν, πῶς οὐ πολλῷ σχετλιώτερον αὐτοὺς συνεξεργάσασθαι τοὺς Ἕλληνας τοὺς ἐν τῇ Εὐρώπῃ Θηβαίοις; εἰ γὰρ Λακεδαιμονίοις πολέμῳ κατειργομένοις γράψαι τοὺς ἐν τῇ γῇ τῇ βασιλέως ὅ τι ἂν βούληται βασιλεὺς ἐξεῖναι ποιῆσαι κατηγορία καὶ ὄνειδος κέκριται, πῶς ὑμῖν γε ἀνεκτὸν Ἀθηναίοις οὖσι καὶ βουλῆς κυρίοις αὐτοχειρίᾳ τοὺς ἐν τῇ Εὐρώπῃ Θηβαίοις παραδοῦναι, καὶ ταῦτα Λακεδαιμονίους; οὓς εἰ μηδὲν ἄλλο, τὸ γοῦν ἀξίωμα ὅ ποτε ἔσχον παραιρεῖται.
412.p11
412.p11
γένοιτο δʼ ἂν νῦν ὁ πλεῖστος ἴσως λόγος τοῖς ὑπὲρ τῶν Θηβαίων λέγουσιν ὡς ἤδη πρότερον συμμάχους αὐτοὺς ἐποιήσασθε, καὶ τῆς εἰς Ἁλίαρτον ἐξόδου καὶ τῆς ἐν Κορωνείᾳ μάχης ἀναμνήσουσιν ὑμᾶς. οὐκοῦν ἄτοπον, εἰ φίλους τοὺς τότε ἐχθροὺς καὶ πολεμίους τοὺς τότε συμμάχους ὁμοῦ ποιήσεσθε, φαῖεν ἄν. ἐγὼ δὲ τοσούτου δέω νομίζειν ἐναντιοῦσθαι τοῖς Λακεδαιμονίοις, ὥστʼ εἰ

Intertext edge

Open linked passage

Note