Orationes 33
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
413.p12
413.p12
μηδένα ὑπὲρ τῶν Θηβαίων ᾤμην ἐρεῖν, ἐχρησάμην ἂν ὅμως παραδείγμασιν αὐτοῖς ὑπὲρ τούτων. τίς γὰρ οὐκ οἶδεν ὅτι καὶ τότε τοὺς Θηβαίους φίλους καὶ συμμάχους ἐποιησάμεθα, ἐχθροὺς καὶ πολεμίους πάντα τὸν ἔμπροσθεν χρόνον ὄντας, καὶ οὐδὲν ἐκώλυσεν ἡμᾶς τὰ ὑπάρχοντα ἐναντιώματα συστῆναι καὶ συλλαβεῖν αὐτοῖς, ὅτε ταὐτὰ δίκαια λέγειν ἐδόκουν ἡμῖν; ὡς μὲν οὖν οὐδέν ἐστιν ἐμποδὼν ἡ τότε συμμαχία τῷ νῦν προσδέξασθαι Λακεδαιμονίους ἐκ τούτου δῆλον· ὅτι δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κατʼ αὐτὴν ἐκείνην ἀναγκαῖόν ἐστι τοῖς Λακεδαιμονίοις ἐπαμῦναι καὶ τοῖς μάλιστα μεμνημένοις τῆς τότε σπουδῆς περὶ τοὺς Θηβαίους, τούτοις μάλιστα οὐκ ἔνεστιν ἄλλως ποιεῖν ἢ μετατάξασθαι, τοῦτο ἔτι τοῦ προτέρου φανερώτερον ἐπιδείξω. εἰ γάρ τις ἔροιθʼ ὑμᾶς, ὦ Ἀθηναῖοι, πόσα χρήματα ὑμῖν καταβαλόντες Θηβαῖοι τὴν συμμαχίαν εὕροντο, εὐφήμει, φαίητε ἂν, ἡμῖν Θηβαῖοι; πόθεν; ἢ τί; τίνες δʼ ἕτεροι; πῶς οὖν αὐτοὺς προσεδέξασθε; ἦσαν μὲν γὰρ οὐ φίλοι τὸ ἀρχαῖον· οὐδεμίαν εἰπεῖν ἂν ἔχοιθʼ ἑτέραν πρόφασιν πλὴν τὸν κίνδυνον καὶ τὴν χρείαν καὶ τὸ εἰ περιώφθησαν ὑφʼ ἡμῶν, ἐπὶ Λακεδαιμονίοις ἂν εὐθὺς αὐτοὺς εἶναι. εἰ μὲν τοίνυν ἰδία τις ὑπῆρχεν ὑμῖν πρὸς αὐτοὺς οἰκειότης, οὐδʼ οὕτω μὲν δή που δικαίως ἄν τις ἡμῖν ἐπετίμησε μὴ μέχρι παντὸς καὶ τῶν ἁμαρτημάτων κοινωνεῖν ἐθέλουσιν. ἀλλʼ ἴσως μεταβάλλεσθαι μὲν ἐδόξατʼ ἂν, εἰκότως δέ γε πλείω λόγον τῆς ἡμετέρας αὐτῶν δόξης ἢ τῆς ἐκείνων χάριτος ποιούμενοι. οὔσης δὲ ἧς εἶπον αἰτίας διʼ ἣν μετʼ αὐτῶν ἐγένεσθε τότε, ἐν μὲν τῷ καὶ νῦν συναγωνίζεσθαι τὸ δοκεῖν μεταβάλλεσθαι, ἐν δὲ τῷ τοὺς ἑτέρους ἀνθελέσθαι τὸ τοὺς αὐτοὺς ὄντας διατελεῖν φαίην ἂν ὑπάρχειν, ἐπειδήπερ μετειλήφασι τὴν ἀλλήλων τάξιν ἀμφότεροι. εἰ δέ τις φοβεῖσθαί φησι περὶ τῆς πόλεως μὴ δόξαν ἐμπληξίας ὄφλῃ, πρῶτον μὲν ὀψὲ δέδοικε· τί γὰρ οὐκ ἐλογίζετο ταῦτα ἐπὶ τῶν Θηβαίων πρότερον; ἔπειτα