Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 33
Aristides, Aelius33 414 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
414.p13
414.p13
ταύτης μὲν ἀθῶος ἀφείσθω τῆς αἰτίας, ἐκεῖνο δέ γε πεισθήτω, παυσάσθω τὰ ἀδεᾶ δεδιὼς καὶ πέρα τοῦ καιροῦ σεμνὸς ὢν, πλὴν εἰ καὶ τοὺς κυβερνήτας ἐναντία ποιεῖν αὑτοῖς φήσει, καὶ μέμψεται ὅτι τὸν πλοῦν οὐχὶ τὸν ἐξ ἀρχῆς οὐδὲ τὸν εὐθὺν ἀεὶ ποιοῦνται, ἀλλʼ ἐπὶ θάτερα καὶ τὰ ἐναντία τῶν πρόσθεν διατελοῦσι κομιζόμενοι. ἄνθρωπε, ἀκολουθῶ τῇ χρείᾳ· τὸ δʼ αὐτὸ ποιῶ· μετὰ γὰρ τοῦ φέροντος ἀεὶ γίγνομαι, κατὰ καιρὸν τὴν αὐτὴν τέχνην καὶ τὸν αὐτὸν λογισμὸν ἔχων, ἄν τʼ ἐνθένδε ἐκεῖσε ἄν τʼ ἔμπαλιν κομίζωμαι. οὗτος ὁ τοῦ κυβερνήτου λόγος, οἶμαι, κἀμοὶ νῦν ἐστιν ὑπὲρ τῆς πόλεως αὐτὸς οὗτος ῥητέος.
414.p14
414.p14
ἵνα δὲ εἰδῆτε ὅτι ἁπλῶς περὶ πάντων σκοποῦμαι καὶ οὐδὲν μιγνύω φιλονεικίας, ἐρῶ τι καὶ μεῖζον τούτων. εἰ σφόδρα τῆς συμμαχίας τῆς ἔμπροσθεν μεμνήμεθα, ὥσπερ δεῖ, καὶ μετατάττεσθαι νῦν κατοκνοῦμεν, τοῖς μὲν Θηβαίοις μὴ πολεμῶμεν, τοὺς μέντοι Λακεδαιμονίους μὴ παρίδωμεν—λέγω δὲ οὐκ αἴνιγμα—ἀλλὰ πέμπωμεν τοὺς προεροῦντας Θηβαίοις ἀπέχεσθαι Λακεδαιμονίων. κἂν μὲν ἀκούωσι ταῦτα καὶ πείθωνται, οὔτε πρὸς τούτους ὑπεναντίον ἡμῖν οὐδʼ ὁτιοῦν ἔσται πεπραγμένον οὔθʼ οἵδε ἀναιρήσονται διὰ τοῦτο, ἀλλʼ οἱ μὲν ὁμοίως μενοῦσι φίλοι, οἱ δὲ ὑπάρξουσι πρὸς ἐκείνοις, ἀμφότεροι δὲ εἴσονται χάριν, οἱ μὲν οὐδὲν πρᾶγμα σχόντες, οἱ δὲ σωθέντες διʼ ὑμῶν. ἀκούω δὲ καὶ πάλαι ποτὲ ὑπὲρ τὰ Μηδικὰ αὐτοὺς τούτους Θηβαίους διαλύσασθαι πρὸς ἡμᾶς, μελλούσης μὲν ἤδη τῆς μάχης ἔσεσθαι, Κορινθίων δὲ παρατυχόντων καὶ διαλλαξάντων ἀμφοτέρους. νῦν δὲ δή που δικαιότερον πείθοντʼ ἂν ἡμῖν οἱ Θηβαῖοι, ὅταν πρεσβείας Λακεδαιμονίων καλούσης ἡμᾶς ἐπʼ αὐτοὺς, οὕτω προνοουμένους ὁρῶσι σφῶν ὥσθʼ ὅπως μηδὲν ἀναγκασθῶμεν κακὸν αὐτοὺς ἐργάσασθαι παρακαλεῖν καὶ λόγῳ πείθειν, ἀλλὰ μὴ τοῖς ὅπλοις βιάζεσθαι, παρὸν ἡμῖν. ἂν μὲν οὖν ὅπερ εἶπον πείθωνται, ταῦτα κράτιστα· ἂν δὲ μὴ προσέχωσι τὸν νοῦν, αὑτοῖς, οὐκέθʼ ἡμῖν μέμψονται. ἡμεῖς μὲν γὰρ καὶ μεμνημένοι τῆς συμμαχίας καὶ μὴ βουλόμενοι διαλύειν αὐτὴν φανούμεθα, ἐκεῖνοι δὲ οἱ τούτους τοὺς λογισμοὺς παρεορακότες καὶ οἱ μηδὲν φροντίζοντες, εἰ μεθʼ ὧν ἔμπροσθεν ἐτάττοντο, τούτοις νῦν ἐναντία θήσονται τὰ

Intertext edge

Open linked passage

Note