Orationes 33
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
415.p15
415.p15
ὅπλα. μὴ τοίνυν ἃ πρὸς Θηβαίους δεῖ, λέγειν ταῦτα πρὸς ὑμᾶς ἐᾶτε τοὺς ῥήτορας, μηδʼ ἄν τις ἐγχειρῇ τὰ μὴ ὑμέτερα ὑμᾶς πείθειν, ἀνέχεσθε. πῶς γὰρ οὐκ ἄτοπον ἡμῶν καὶ τοὺς Θηβαίους ἐθελόντων, εἰ οἷόν τε, πεῖσαι, μὴ μόνον ἡμᾶς αὐτοὺς, ὡς οὐ χρὴ διαστῆναι, ἐὰν οἱ Θηβαῖοι καὶ μὴ βουλομένους ἐξάγωσιν ἡμᾶς, ἡμῖν ἡσυχάζειν παραινεῖν καὶ συμμάχους κρίνειν τοὺς ἀποφεύγοντας;
415.p16
415.p16
φέρε δὴ πρὸς Διὸς, εἰ ταῦτʼ εἶπον οἱ Θηβαῖοι πρὸς ἡμᾶς, ἡνίκʼ ἦλθον ἐξ ἀρχῆς, ὡς ἐὰν ἀπώσωνται τὸν πόλεμον καὶ τὸν περιεστηκότα κίνδυνον αὐτοὺς, ἐχθροὺς ὑμᾶς ποιήσονται καὶ μισήσουσιν, ἐὰν μὴ καθάπαξ αὐτοῖς ἐπιτρέψητε ἀνελεῖν τοὺς Λακεδαιμονίους καὶ τὴν Ἑλλάδα ὑφʼ αὑτοῖς ποιήσασθαι, ἔσθʼ ὅστις ἂν πονηροτέρους ἀνθρώπους ἡγήσατʼ ἂν εἶναι καὶ μᾶλλον δικαίους ἀπολωλέναι; μὴ τοίνυν ἅπερ οὐκ ἂν εὕροντο ἐξ ἀρχῆς ἐπὶ τούτοις, ταῦτα ἐπʼ ἐκείνῃ τῇ προφάσει δῶμεν νῦν, ἀλλὰ πᾶν τοὐναντίον κωλύσωμεν, εἴπερ μὴ καὶ αὐτὴν ἐκείνην ἐπὶ ταῦτα δεῖ δοκεῖν πεποιῆσθαι. οἶμαι δὲ καὶ Θηβαίους μὴ μέχρι τοσούτου φαύλους μηδʼ ἀναισθήτους εἶναι, καίπερ ὄντας Θηβαίους, ὥστε πλείω μέμψιν ποιεῖσθαι νῦν ὑμῖν, ἐὰν κατακωλυθῶσι Λακεδαιμονίους ἀνελεῖν, ἢ χάριν τῆς αὑτῶν σωτηρίας ἀπομνημονεύειν, ἣ διʼ ὑμῶν ἔμπροσθεν αὐτοῖς ἐγένετο. ἡδέως δʼ ἂν ἐροίμην τοὺς ὑπὲρ τῶν Θηβαίων λέγοντας, πότερον εἶναί φασιν αὐτοὺς συμμάχους, ἢ γεγονέναι. εἰ μὲν γὰρ εἶναι, τί πείθουσι ποιεῖσθαι; εἰ δʼ αὖ γεγονέναι, πολὺ τούτων πρότεροι Λακεδαιμόνιοι γεγόνασιν. ἔπειτʼ οὐδʼ εὔλογον γεγονέναι μὲν φάσκειν, πάλιν δʼ ὡς ὑπαρχούσης ἔτι τῆς συμμαχίας διαλέγεσθαι μὴ διαλύειν κελεύοντας. καὶ μὴν ὅτι γʼ αὐτὴν ἀπείπασθε οἶδεν ὁ τῆς νίκης ἄγγελος, ὃν μετὰ τὴν μάχην ἐλθόντα οὐδὲν ἐντιμότερον τῶν ὑπὸ τοῦ βαρβάρου πάλαι πεμπομένων ἐδέξασθε. ὅσοι μὲν γὰρ καὶ δάκρυσι τοὺς Λακεδαιμονίους ἐθρήνησαν ἀκούσαντες μεμνημένος οὐκ ἐρῶ.