Orationes 33
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
416.p17
416.p17
τί ποτʼ οὖν τὸ αἴτιον; ἆράγε βάσκανοι καὶ πονηροὶ τοὺς τρόπους οὕτως ὑμεῖς ἐστὲ καὶ ὑπερβεβλήκατε πάντας ἀνθρώπους πονηρίᾳ καὶ κακίᾳ ὥστε τοῖς φίλοις ἂν ἀγαθόν τι πράξωσιν ἄχθεσθαι καὶ φθονεῖν; οὐκ ἔστι ταῦτα. χάριέν γε νὴ τὸν Δία καὶ τοῦτʼ αὐτὸ φάσκειν. οὐκ ἔστιν. ἀλλὰ τί; σύμφυτόν ἐστι τῇ πόλει ταύτῃ πάλαι τὸ παρὰ πᾶσιν εὐδοκιμοῦν, ὃ οὔτε εἰς Μεγαρέας διέβη τουτουσὶ πλησιοχώρους ὄντας οὔτε εἰς τοὺς δευτέρους τοὺς μεγίστους τῶν Ἑλλήνων τουτουσὶ τοὺς νῦν ἀθλίους Λακεδαιμονίους, ἀλλʼ ἐνταῦθα καὶ ἔφυ καὶ ἤκμασεν εὐθὺς ἐξ ἀρχῆς. τί οὖν ἐστι τοῦτο; ῥοπὴ πρὸς τοὺς ἀσθενεῖς καὶ ἔλεος τῶν ἀτυχούντων οὐ κενὸς, ἀλλὰ διαρκὴς εἰς σωτηρίαν. τοῦτο οὔτε μνησικακεῖν ἐᾷ τὴν πόλιν οὔτε ἐξετάζειν τίς ἐστιν ὁ δυστυχῶν, ἀλλʼ ἐπειδάν τινα αἴσθηται κακῶς πράττοντα, εὐθέως ἐπελάθετο ὧν αὐτὴ πέπονθε. διὸ καὶ πᾶσιν ἀνθρώποις ἱκανόν ἐστι πρὸς αὐτὴν ὥσπερ ἄλλο τι σύμβολον αὐτὸ τὸ σχῆμα τῆς ἀτυχίας. διὰ τοῦτο καὶ Θηβαίους προσήκατο καὶ Λακεδαιμονίους, ὅτε πρῶτον ἐπὶ τῶν Ἡρακλειδῶν ἔγνω δυστυχοῦντας, κατῴκτειρε. περὶ τοίνυν τῶν εὐεργεσιῶν, ἃς εἴποι τις ἂν ὡς ὑπῆρξαν εἰς ἡμᾶς οἱ Θηβαῖοι, τοῦτο μὲν οὐ συνεπιστρατεύσαντες Λακεδαιμονίοις ἐπὶ τὸν Πειραιᾶ, τοῦτο δὲ Θρασύβουλον δεξάμενοι, βλασφημήσω μὲν οὐδὲν, καὶ γὰρ ἂν μαινοίμην. καίτοι τινὸς ἤδη λέγοντος ἤκουσα ὡς ἄρα οὐχὶ τοῦ μὴ συνεπιστρατεῦσαι δεῖ χάριν αὐτοῖς ἔχειν μᾶλλον ἢ μέμφεσθαι, καὶ νὴ Δίʼ, ἐκεῖνός γʼ ἔφη, καὶ μισεῖν ἀντὶ τῆς αἰτίας, διʼ ἣν τοῦτʼ ἐποίησαν. ἔφασκε γὰρ αὐτοὺς ἀποτυχόντας τοῦ διαφθεῖραι τὴν πόλιν ἡμῶν ἀγανακτεῖν. ἐγὼ δὲ ταῦτα μὲν τοῖς ταῦτα βουλομένοις λέγειν παρίημι· αὐτὸς δὲ τί φημι; εἰ μὲν ἔν τινι κινδύνῳ καθεστηκότες ἦσαν οἱ Θηβαῖοι, δικαίως ταῦτʼ ἄν τις ἡμᾶς ἀνεμίμνησκεν, οὐκ ἀξιῶν συνεπιστρατεύειν ἐπὶ τὴν πόλιν αὐτῶν, ὥσπερ οὐδὲ ἐκεῖνοι πρότερον τοῖς αὐτοῖς τούτοις Λακεδαιμονίοις ἐπὶ τὴν ἡμετέραν, ὅτε φαύλως διέκειτο. ὑπὲρ