Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 33
Aristides, Aelius33 417 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
417.p18
417.p18
δὲ τῆς Λακεδαιμονίων σωτηρίας ὄντος τοῦ λόγου, τί δεῖ τοῖς ἔξωθεν τούτοις παράγειν ὑμᾶς; τοσούτῳ γὰρ μᾶλλον οὐ περιοπτέον αὐτοὺς ὅσῳπερ μείζων ἐστὶν αἰσχύνη, εἰ Θηβαῖοι μὲν οὐκ ὤκνησαν ἡμῖν φανῆναι συναλγοῦντες κακῶς πράττουσι μηδεμιᾶς παρακλήσεως αὐτοῖς παρʼ ἡμῶν ἐλθούσης, ἡμεῖς δὲ ὄντες Ἀθηναῖοι ταῖς Λακεδαιμονίων συμφοραῖς ἐπιθησόμεθα, οἳ μηδὲν εἶναι τὰ σφέτερʼ αὐτῶν χωρὶς ἡμῶν ὡμολογήκασι τῇ πρεσβείᾳ.
417.p19
417.p19
καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ εἰπεῖν κατοκνήσω, ὅτι εἰ μὴ πολλῷ, μᾶλλον δὲ τῷ παντὶ μείζους τῶν εὐεργεσιῶν τούτων ἀντειλήφασι Θηβαῖοι χάριτας παρʼ ἡμῶν, πᾶν ὀφείλομεν αὐτοῖς. ἀλλʼ ἔστιν ὅπως, ὦ πρὸς Διὸς, ἴσον ἢ παραπλήσιον εἶναί τῳ φαίνεται μὴ ἀκολουθῆσαι Λακεδαιμονίοις ἐμβάλλουσι καὶ Λακεδαιμονίοις ὑπὲρ τούτων ἀντιτάξασθαι ἂν, ἢ καὶ δέξασθαι τοὺς ἐκπεσόντας, ὃ κοινὸν ἅπασίν ἐστιν ἀνθρώποις, καὶ τοὺς ἐκείνων ὅπως μὴ ἐκπεσοῦνται μηδὲ ἀνάστατοι γενήσονται παρασκευάσαι; ταῦτα τοίνυν ἀντʼ ἐκείνων γέγονε παρʼ ἡμῶν Θηβαίοις, καὶ Λύσανδρον ἀπεκτείναμεν καὶ τρόπαιον ἀνεστήσαμεν καὶ καθαρὰν πολεμίων τὴν Βοιωτίαν ἀπεφήναμεν. ἆρʼ αὐτῷ τῷ μέτρῳ τὴν εὐεργεσίαν ἀπέχουσιν; ἢ κἂν εἰ ἐπʼ αὐτοῖς ἐποιησάμεθα, οὐκ ἂν εἶχον μείζω προσαιτῆσαι; θαυμάζω τοίνυν, εἰ τὰ μὲν Θηβαίων φιλάνθρωπα μνημονεύσομεν, τὴν Λακεδαιμονίων δὲ γνώμην οὐδαμοῦ θήσομεν· ἣν εἰ μὴ τότʼ, ἐκεῖνοι μετρίαν εἶχον περὶ ἡμῶν, ταυτὶ τὰ ὕστερον εὐεργετήματα Θηβαίων χώραν οὐκ εἶχε. τοσοῦτον γὰρ ἑνὸς τούτου πάντα τὰ Θηβαίων ἥττηται, ὅσῳπερ καὶ αὐτοῖς Θηβαίοις καὶ πᾶσι τοῖς βουλομένοις τὸ ἔχειν εὖ ποιεῖν ἡμᾶς οὐχ ὑπῆρχεν ἅπαξ ἀπολωλόσι, καὶ ὅσῳ δυστυχῆσαι μὲν μᾶλλον οὐκ εἴχομεν τἀναντία οἷς Λακεδαιμονίοις ἔδοξε παθόντες, εὖ δὲ παθεῖν μειζόνως ἢ ὑπὸ Θηβαίων ὕστερον, πολλοὶ δεικνύουσιν ἐνόντες τρόποι. εἰς μὲν γὰρ ταῦτα κἂν ἄλλος τις ἴσως πόρος εὑρεθείη καὶ χωρὶς τούτων, εἰς δὲ τὸ μὴ ʼκεῖνα παθεῖν Λακεδαιμονίων ἔδει πάντως διὰ τὴν ὑπάρχουσαν τότʼ αὐτοῖς τύχην· ἣν μήποτʼ ἔχειν ὤφελον. ἐκείνη γὰρ καὶ τὴν ἡμετέραν πόλιν

Intertext edge

Open linked passage

Note