Orationes 33
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
418.p20
418.p20
εὐθενοῦσαν κατέλυσε καὶ αὐτοὺς ἐκείνους εἰς τὰς νῦν ἤγαγε συμφοράς.
418.p21
418.p21
καὶ μηδεὶς οἰέσθω με τοῦτο λέγειν, ὅτι διὰ Λακεδαιμονίους ἐστὲ σῶοι· μήποτε οὕτω καλῶς πράξαιεν. ἀλλὰ σώζει μὲν, ὦ Ἀθηναῖοι, καὶ φυλάττει τὴν ἡμετέραν πόλιν ἡ τῶν θεῶν δικαία πρόνοια καὶ ἡ λαχοῦσα αὐτὴν ἐξ ἀρχῆς ἀγαθὴ τύχη· ὅσα δʼ ἧκεν ἐπʼ ἀνθρώπους, συνεπελάβοντό ποτε Λακεδαιμόνιοι καὶ Φωκεῖς καὶ ἄλλος τις οἶμαι, οὐ μὴν ἀλλʼ οὐκ ἐλάχιστον Λακεδαιμόνιοι, τό γε κῦρος ἔχοντες αὐτοὶ τῆς ψήφου. νῦν τοίνυν χρὴ τοῦτον ἐκεῖνον νομίσαι τὸν καιρὸν ἥκειν, ἐν ᾧ καθειστήκειμεν αὐτοὶ τότε, καὶ ἣν ἂν τότε γνώμην ἠξιώσαμεν τοὺς Λακεδαιμονίους ἔχειν ὑπὲρ ἡμῶν ἐπὶ τοῦ τοιούτου κινδύνου καὶ πράγματος αἰωρούμενοι, ταύτην ἐπειδὴ προειλήφαμεν, ἀνταποδῶμεν ὁμοίαν. ἱκέται δὲ ἡμῖν Λακεδαιμόνιοι γεγόνασιν οἱ περὶ ὑμῶν πρότερον βουλευόμενοι καὶ τοὺς Ἕλληνας συνάγοντες καὶ γῆν καὶ θάλατταν ἔχοντες, καὶ λέγουσιν ἱκετεύοντες μέτρια ὡς χρή τι καὶ αὐτοὺς ἀπολαῦσαι τῆς ὑμετέρας καλοκἀγαθίας, καὶ μὴ μόνον Θηβαίους, μηδὲ τοὺς ἄλλους Ἕλληνας ὑμᾶς, ἀλλὰ καὶ αὐτοὺς σεσωκότας ἔσεσθαι. εἰ δʼ οἱ ψήφοις βοηθήσαντες τότε νῦν ὅπλοις ἀνταξιοῦσιν ὑφʼ ὑμῶν σωθῆναι, τοῦτο καὶ μάλιστα δέξασθε. ἡ μὲν γὰρ τοῦ δικαίου τάξις τὸν αὐτὸν ἔχει λόγον, ὁ δὲ τῆς εὐεργεσίας τρόπος ἀξιώματι νικῶν τὴν ὑπερβολὴν τῆς ὑμετέρας μεγαλοψυχίας ἐνδείξεται. ὡς αἱ μὲν ἄλλαι χάριτες κατὰ τοὺς ὑπάρχοντας ἰσχύουσιν, ἣν δʼ ὑμεῖς Λακεδαιμονίοις ἀποδώσετε νῦν, ἐφʼ ὑμᾶς αὐτοὺς ἅπασα μεταστήσεται. τὸ γὰρ ψήφῳ σωθέντας πολέμῳ καὶ ὅπλοις ἀντισῶσαι, τοῦτʼ ἐστὶ τὸ ποιοῦν τὴν φιλοτιμίαν καὶ διʼ οὗ τὸ Ἀθηναίους, μὴ τῶν ἄλλων τινὰς ἀνθρώπων εἶναι διαφαίνεται. εἰ δὲ καὶ ὑμᾶς νῦν ψηφίζεσθαι περὶ αὐτῶν ἔδει κατὰ ταὐτὰ, οὐκ ἂν σώζουσιν ὑμῖν αὐτοὺς ἔγωγε συνήσθην, ἀλλʼ ἐκείνων τοὔργον ἔκρινον ἄν. καὶ μὴν καὶ Θηβαίους ὅτε ἐσώζετε, οὐχ ὅμοια ἀνθʼ ὁμοίων ἀπεδίδοτε αὐτοῖς δή που, καίτοι τηνικαῦτα μὲν οὔτε τριήρων εὐπορεῖτε οὔτε τὰ τείχη τὸν