Orationes 33
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
419.p22
419.p22
ἀναστήσοντα εἴχετέ πω, ἀλλʼ ἀφύλακτος καὶ γυμνὴ σχεδὸν ἡ πόλις ἦν· νῦν δὲ ὁρᾶτε μὲν δή που ναῦς ἐν τῷ Πειραιεῖ τοσαύτας ἀθρόας, ὁρᾶτε δὲ τὰ τείχη ταυτὶ καὶ τὴν ἄλλην ἅπασαν παρασκευὴν ᾗ πόλεμος ἐξηρτύσθαι βούλεται. τοσοῦτον δὲ ὑμῖν τὸ περιὸν ὥστε ἀμφοτέρους ὁμολογεῖν ὁποτέροις ἂν προσθῆσθε, ἐπὶ τούτους τὴν ῥοπὴν ἥξειν.
419.p23
419.p23
οἶμαι τοίνυν μηδὲ ἐκεῖνο ἀργῶς μηδὲ ἀλόγως σκοπεῖν, ὅτι ἂν μὲν μὴ ἀνέλωσιν οἱ Θηβαῖοι παραπεσόντος καιροῦ τοὺς Λακεδαιμονίους, ἀλλʼ ἐπιεικεῖ τινι καὶ μετρίᾳ γνώμῃ μεταχειρίσωνται, Θηβαίους εὐδοκιμεῖν ἐστιν ἀνθʼ ἡμῶν. οὗ τί γένοιτʼ ἂν αἴσχιον; ἐὰν δʼ ἐξέλωσι καθάπαξ, οὐ φαῦλόν τι καὶ τὸ τυχὸν πάθος ἔσται τῇ Ἑλλάδι μὴ εἶναι Λακεδαιμονίους· ὄντος δὲ τούτου τοιούτου, τὸ δοκεῖν ἡμᾶς αἰτίους εἶναι προσέσται· ὃ πολὺ τοῦ προτέρου μεῖζον, εἰ οἷόν τε εἰπεῖν. οὐ τοίνυν οὐδʼ ὅπως φείσαιντʼ ἂν αὐτῶν ὄντες Θηβαῖοι καὶ ὁτιοῦν, ἐὰν καιροῦ λάβωνται, ἔχω προσδοκῆσαι. τὰ γὰρ περὶ ἡμῶν δόξαντα αὐτοῖς ὅταν ἐνθυμηθῶ καὶ τὴν ψῆφον ἐκείνην τὴν καλὴν καὶ πόθεν τὸ πρῶτον διέστησαν ἀπʼ αὐτῶν, πάλαι προτεθρηνῆσθαι δεῖν νομίζω Λακεδαιμονίους, εἰ παρὰ τοιοῦτον κίνδυνον ἔλθοιεν. καὶ γὰρ οὐδὲ ἐκεῖνο εἰκὸς περὶ οὗ μὲν ἕτεροι προειστήκεισαν πολέμου ταύτην ἐνεγκεῖν τὴν ψῆφον, οὗ δέ γε αὐτοὶ κύριοι καὶ προστάται γεγόνασι, τοῦτον, ἐὰν ἐπʼ αὐτοῖς γένηται, μετρίως καταθήσεσθαι, ἢ μικρόν τι διαθήσειν τοὺς ὁμοῦ τι καὶ διʼ αὐτοὺς μισοῦντας Λακεδαιμονίους καὶ διʼ ἡμᾶς, ὅτι ἡμῶν τότε ἐφείσαντο. οὐ γὰρ ἡμᾶς μᾶλλον ἐμίσουν διʼ ἐκείνους ἢ ʼκείνους νῦν καὶ ὑπὲρ αὐτῶν καὶ διʼ ἡμᾶς. οὐ τοίνυν οὐδὲ φοβηθῆναί μοι δοκεῖτε ἂν εἰκότως τοὺς Λακεδαιμονίους μὴ πράγματα ἡμῖν πάλιν παράσχωσιν, ἐὰν σωθῶσιν. εἰ γὰρ τὰ μέγιστα δοίημεν αὐτοὺς ἐλπίζειν, οὐ δή που τοῦ· κρατῆσαί γʼ ἂν ἡμῶν μεῖζόν τι προσδοκήσειαν οὐδʼ εὔξαιντο. τοῦτο τοίνυν ἴσασιν ἀκριβῶς οὐδαμῶς αὐτοῖς πρότερον συνενεγκὸν, ἀλλʼ ὅτε καὶ τὴν κατὰ γῆν καὶ κατὰ θάλατταν ἡγεμονίαν παρέλαβον, τότε δὴ τὰ ἐξ ἀνθρώπων περιστάντα αὐτοὺς κακὰ, εἰς Κόρινθον, εἰς