Orationes 33
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
421.p26
421.p26
ποτε πιστεύσαντες ἐφʼ ἡμᾶς ἥξουσι; τί δὲ καὶ ζητοῦντες; ἵνʼ ἡμᾶς ἀνέλωσιν; ἀλλʼ ὅτʼ ἔσχον καιρὸν, οὐκ ἐποίησαν τοῦτο. ἀλλʼ ὅτι οὐ συνήνεγκεν αὐτοῖς φεισαμένοις; καὶ μὴν διὰ τοῦτό γε εἴσονται σεσωσμένοι. οὐκοῦν ἵνʼ ἄλλως πράγματα ἔχωσιν; ἀλλʼ οὐχ οὕτω μαίνονται. ὑπὲρ τοῦ ποτʼ οὖν ἐνοχλήσουσιν; οὐ γὰρ ὑπέρ γε τοῦ μισεῖσθαι· ἐγὼ μὲν οὐκ ἐπινοῶ πᾶς γιγνόμενος. ἐπεὶ καὶ τοῦτο πῶς οὐκ ἄτοπον καὶ ὑπερφυὲς, ἀνθρώπους σωθέντας ὑφʼ ὑμῶν καὶ τυχόντας ὧν οὐκ ἂν ἤλπισαν μείζω, τούτους ἡγεῖσθαί τι φρονήσειν ἄγνωμον περὶ ἡμῶν, κἂν τὴν βασιλέως ἀρχὴν καὶ δύναμιν λάβωσιν; ἔπειτα εἰ φοβησόμεθα οὓς ἂν εὖ ποιῶμεν, τίσι θαρρήσομεν; οὐχ ὁρῶ. τὸ μὲν τοίνυν Λακεδαιμονίων, διττῆς οὔσης ἁπάσης ἀσφαλείας, ἀμφοτέρας ἔχει τὰς μερίδας. οὔτε γὰρ δύνανται δή που ποιεῖν ἡμᾶς κακὸν οὐδὲν οὔτʼ εἰκός ἐστι βουλήσεσθαι τούτοις γε τοῖς λογισμοῖς αὐτούς.
421.p27
421.p27
σκεψώμεθα δὴ καὶ τὰ Θηβαίων, ἆρα ὁμοίως ἀδεᾶ, τοὺς Λακεδαιμονίους ἐὰν ἀνέλωσιν, ὥσπερ τὰ ἐκείνων, ἂν μὴ τοῦτο πάθωσιν. ἀλλὰ τίς οὐκ οἶδεν ὅτι, ἂν ἐκποδὼν γένωνται Λακεδαιμόνιοι, μετενήνεκται λοιπὸν ἐνταῦθα ὁ πόλεμος καὶ πρὸς ἡμᾶς ἤδη τοῖς Θηβαίοις ὁ λόγος γίγνεται; οὐ γὰρ ἐκεῖνό γε οὐδεὶς ἡμῶν πέπεισται ὅτι νῦν ἄλλο τι ζητοῦσιν ἐκεῖνοι ἢ παρελθεῖν ἐπὶ τὴν τάξιν ἐφʼ ἧς γε ἡμεῖς καὶ Λακεδαιμόνιοι μεθʼ ἡμᾶς ἐγένοντο, οὐδʼ οὕτως ἐσμὲν εὐήθεις ὥστε ἡγεῖσθαι Θηβαίους εὐνοϊκώτερον ἡμῖν ἢ σφίσιν αὐτοῖς ἔχειν, οὐδέ γε οὕτως ἀργοὺς οὐδὲ ὑπτίους εἶναι, ὥστε ἀνῃρημένων Λακεδαιμονίων καὶ τοῦ ἡμίσεος αὐτοῖς ὑπάρχοντος εἰς τὰ πράγματα, εἶτʼ ἐγκαταλείψειν τὸ λοιπὸν ἑκόντας. οὐκ ἔστι ταῦτα. ἀλλʼ ἐμοὶ μὲν καὶ πρώην οὐκ οἶδʼ ὅστις ἀπήγγειλε διομνύμενος ὡς ἤδη καὶ τριήρεις ἐγνωκότες εἰσὶ ποιεῖσθαι καὶ εἰς τὴν θάλατταν ἐμβαίνειν. λέγειν γὰρ ἔφη πρὸς αὐτοὺς Ἐπαμεινώνδαν ὡς οὐδὲν ὄφελος τῶν ἐν τῇ γῇ πλεονεκτημάτων, εἰ μὴ καὶ τὴν θάλατταν διʼ αὑτῶν ἕξουσι. τούτοις μὲν οὖν ἔξεστι μὲν πιστεύειν, ἔξεστι δὲ μή· ἐκεῖνο μέντοι κἀγὼ σαφῶς οἶδα καὶ οὐδὲν χεῖρον ὑμεῖς ἐμοῦ, ὅτι