Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 33
Aristides, Aelius33 422 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
422.p28
422.p28
Θηβαῖοι Λακεδαιμονίων κρατήσαντες ἐφʼ ἡμᾶς τρέψονται εἰ δὲ τοῦτʼ ἔσται, κινδυνεύσομεν ἢ μετὰ συμμάχων ἢ μόνοι. τὸ μὲν δὴ μόνους ἀπολειφθῆναι τί ἂν ὑμᾶς ἔγωγε διδάσκοιμι ποῖόν τι νομιστέον; εἰ δὲ ἕξομεν συμμάχους, βελτίους οἱ νῦν παρόντες ὧν ἄν τις φῇ τότε εὑρήσειν. καὶ μὴν οὐδὲ τὸ σχῆμα ὅμοιον. τότε μὲν γὰρ ἐκεῖνοι βοηθεῖν ἡμῖν δόξουσιν, οἵτινες ποτὲ οὗτοι γενήσονται, νῦν δὲ ἡμεῖς τούτους σώζειν. ἐπὶ δὲ ἀμφοτέροις ἐκεῖνο λέγω· τούτους μὲν παραλαβόντες οὐκ ἀπόλλυτε ἐκείνους τοὺς τότʼ ἂν ἐλθόντας, ἔξεστι γὰρ ἀμφοτέρους ἔχειν δή που· οἷς δʼ ἂν τότε χρήσαισθε οὐκ ἔνεστιν εἰπεῖν τούτους προσέσεσθαι νῦν παροφθέντας. οὐ τοίνυν οὐδὲ τοὺς ἐθελήσοντας ἂν ἡμῖν ὑπηρετῆσαι τηνικαῦτα προθύμως ὁρῶ. ὅταν γὰρ αὐτοὶ προιέμενοι Λακεδαιμονίους φαίνησθε, ταὐτὰ χρὴ καὶ παρὰ τῶν ἄλλων ὑμῖν ἀπαντήσειν προσδοκᾶν. καὶ μὴν οὐδʼ ἐγκαλεῖν οὐδέσιν αὐτῶν ἕξετε. ὅταν γὰρ ἃ τῶνδε παρίδητε αὐτοὶ τούτοις χρῆσθε πρὸς τοὺς ἄλλους, ἐρυθριᾶν ἀποτυγχάνοντας περιγίγνεται. πόσῳ τοίνυν βέλτιον τὸν μὲν πόλεμον δέξασθαι, βεβαίους καὶ φανεροὺς ἔχοντας τοὺς συμμάχους, τὰ δʼ ὑμέτερʼ αὐτῶν εὖ τιθεμένους δοκεῖν τῆς ἑτέρων σωτηρίας φροντίζειν, ἢ τούτους μὲν ἡλίκους εἶπον ἐᾶσαι γενέσθαι, τὸ δὲ τούτοις χαρίσασθαι φυγεῖν, εἶθʼ ἑτέρους οἵτινες ὑμῖν τοῦτο ποιήσουσιν ὕστερον ζητεῖν, ἐὰν ἄρα τις φανῇ;
422.p29
422.p29
τοῦ μὲν τοίνυν ἐὰν Λακεδαιμονίοις προσθώμεθα μὴ διαμαρτεῖν ἡμᾶς ἐλπίδος Λακεδαιμονίοις ἡγοῦμαι δεῖν μέλειν. τὸ γὰρ πονηροτάτους ἀνθρώπων ἀποφανθῆναι καὶ πάντας ἐπʼ αὐτοὺς συστῆναι—ὃ γένοιτʼ ἂν, ἐάν τι νεωτερίζειν περὶ τοὺς εὐεργέτας ἐπιχειρῶσιν—ἐκείνοις, οὐχ ἡμῖν δή που διαφέρει. ὥστʼ εἰ ἄρα καὶ ἀρτίως ἐσφαλλόμην, κἂν παρακινήσωσί τί ποτε ὕστερον, περὶ αὐτῶν, οὐ περὶ ἡμῶν κακῶς ἔσονται βεβουλευμένοι. τὴν δὲ ὑπὲρ τοῦ μὴ γενέσθαι Θηβαίους ἰσχυροὺς πρόνοιαν ὑμᾶς αὐτοὺς δή που ποιεῖσθαι δεῖ· τοῦτο γὰρ ὑμῖν, οὐκέτʼ ἐκείνοις κινδυνεύεται. οὐ μὴν οὐδʼ ἂν συμμαχήσωμεν τοῖς Θηβαίοις, πίστιν ἐνοῦσαν καθορῶ. ὅταν γὰρ

Intertext edge

Open linked passage

Note