Orationes 33
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
423.p30
423.p30
ἐνθυμηθῶ τίνων αὐτῶν πρότερον πρὸς Λακεδαιμονίους ὄντων τί νῦν ἐπιχειροῦσιν, τῆς γε παρʼ ὑμῶν βοηθείας εἰ καὶ μνησθήσονται τὸ παράπαν θαυμάζω. ποίου γὰρ τροπαίου, τίνος ἐξόδου, τίνος συλλόγου, ποίας πράξεως ἀπελείποντο Θηβαῖοι Λακεδαιμονίων τὸν πρότερον χρόνον; τί μεῖζον ἐκείνων ἦγον; οὐδὲν, πλὴν εἰ τὰ ἱερά τις εἴποι. εἶτα ζημίαν τὸ μὴ τέλεον τούτους ἀνελεῖν κρίναντες καὶ διὰ τοῦθʼ ἡμᾶς τοὺς πρὶν ἐχθροὺς παρακαλοῦντες, ἡμῶν τῶν ἐπὶ καιροῦ φίλων καὶ τῶν ἐκ κατασκευῆς ἀφέξονται; καὶ μὴν οὐδὲ ὅμοιον Λακεδαιμονίοις τε πιστεύσαντας καὶ Θηβαίοις ἐξαπατηθῆναι· οὐδὲ γὰρ οὐδὲ τὸ τῆς συμμαχίας ἔχει σχῆμα ὅμοιον. Λακεδαιμονίους μὲν γὰρ σώζοντες γενναῖοί τε καὶ φιλάνθρωποι δόξετε εἶναι, Θηβαίους δʼ ἑλόμενοι πλεονεξίας ἐθέλειν εἶναι μερῖται καὶ τὴν τῆς Ἑλλάδος ἀρχὴν συγκατακτᾶσθαι. ἔστι δʼ ἐν μὲν χρηστῶν κοινωνίᾳ τοῖς ψευσαμένοις αἰσχύνη, ἐν δὲ πονηρῶν καὶ τοσοῦτον τοῖς ψευσθεῖσι. τὸ γὰρ ἐλπίδι κέρδους ἀδικεῖν διπλοῦν ἐστιν ὄνειδος, ὅταν παρὰ δόξαν ἐκβῇ τῳ. ταῦτα μέντοι χρὴ πόρρωθεν λογιζομένους φυλάττεσθαι τὸν τῆς ἀπάτης καὶ τὸν τῶν φόβων καιρὸν, καὶ μὴ τηνικαῦτα βουλεύεσθαι περὶ αὐτῶν ἡνίκα οὐδʼ αὐτὸ τοῦτο ἕξετε, μηδὲ ἀκριβῶς αὐτὰ βουληθῆναι μαθεῖν, ἀλλʼ ἕως ἔξεστι προϊδέσθαι καὶ τοὺς Λακεδαιμονίους ὥσπερ προβόλους διατηρῆσαι, τὸ τοῦ βασιλέως σοφὸν κρίναντας, ὃς ἐν τοῖς τελευταίοις τοῦ πολέμου διῆγεν ὑμᾶς ἐπʼ ἀνίσων, τὴν αὑτῷ συμφέρουσαν εὔνοιαν νέμων ἀεὶ τοῖς ἥττοσιν. ᾔδει γὰρ, οἶμαι, πολὺ βέλτιον ὂν μετὰ τῶν ἑτέρων ἀεὶ τοὺς ἰσχυροτέρους κακοῦν ἀπὸ τοῦ παρείκοντος ἢ καθάπαξ εἰς ἀγῶνα καταστῆναι πρὸς τοὺς τὸ ὅλον κατορθώσαντας.
423.p31
423.p31
ἃ μὲν τοίνυν οἱ μηδετέροις οἰόμενοι δεῖν βοηθεῖν εἴποιεν ἂν, ταῦτα πρὸς τοὺς ὑπὲρ τῶν Θηβαίων λέγοντας ὑπαρχέτω μοι· ἃ δʼ οἱ τοὺς Θηβαίους ἑλέσθαι κελεύοντες ἁμαρτάνουσι, ταῦτα πάλιν πρὸς ἐκείνους οἳ μηδετέροις βοηθεῖν ἀξιοῦσι. δεῖ μὲν γὰρ ἔξω δή που πραγμάτων τὴν πόλιν εἶναι καὶ ταραχῆς, οὐδʼ ἐγὼ φήσαιμʼ ἂν ἄλλως ἔσται δὲ οὐδαμῶς, ἐὰν ἐπασκήσητε τοὺς Θηβαίους. εἰ δὲ τοῦτο φυλαττόμεθα, ἀνισωτέον τούσδε πρὸς οὓς