Orationes 33
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
424.p32
424.p32
ἀσχολήσονται. εἰ γὰρ αὐτοὶ μὲν Θηβαίοις μὴ βοηθήσομεν, τούτους δὲ προησόμεθα, οὐχ ὁρῶ τὸ τούτων κέρδος, ἀλλὰ καὶ τοῖς Θηβαίοις ἄμεινον ἴσως ἢ μηδετέροις ἐπαμῦναι. εἰ μὲν γὰρ συμμάχους δεῖ καὶ φίλους ἀμέμπτους ἔχειν αὐτοὺς, μηδὲν ἐλλίπωμεν· εἰ δὲ τοῦτο φεύγομεν, μὴ ποιήσωμεν ἀμφότερα, καὶ τὰ τούτων ἄπορα καὶ τἀκείνων ἐχθρὰ, ἀλλʼ ὑπάρχοντος τοῦ μὴ κοινωνεῖν Θηβαίοις τῆς πλεονεξίας καὶ τὸ παῦσαι τοὺς αὐτοὺς τούτους προσαναλάβωμεν· εἰ δὲ μὴ, οὔτε τούτοις πλέον οὐδὲν τῆς ἡμετέρας καλοκἀγαθίας οὔτε ἡμῖν τῆς ἐκείνων πλεονεξίας. ἔσται δὲ ἡμῖν καὶ περὶ τούτων ἀμελῶς καὶ πρὸς τοὺς ἑτέρους οὐκ οἰκείως βεβουλευμένον· κληρονομήσουσι δὲ Θηβαῖοι μὲν τῶν ἄθλων, ἡμεῖς δὲ τῆς αἰσχύνης· ἣν εἰ δεῖ πάντως ὑπομεῖναι, βέλτιον μὴ κενὴν, ἀλλʼ ἐπὶ τῷ λαβεῖν, τὴν αὐτήν γε οὖσαν. ἔπειτα καὶ ὑπνηλὸν ἴσως δόξει τοιούτων πραγμάτων ἀπολειφθῆναι τὴν πόλιν, καὶ ὥσπερ σέριφον ἤ τινʼ ἄλλην οὖσαν τῶν ἀγαπητῶς αὐτῶν σωζομένων ἐκ μέσου στῆναι. τὸ μὲν γὰρ τὴν γενναιοτέραν καὶ βελτίω τάξιν ἑλέσθαι καὶ νοῦν ἔχον ἐστὶν, ὦ Ἀθηναῖοι; καὶ ἔντιμον, τὸ δʼ ἐξαναχωρῆσαι καὶ φυγεῖν καθάπαξ τὰ πράγματα, τοῦτʼ ἀργίας ἤδη καὶ νωθρότητος, οὐ σοφίας οὐδὲ σεμνότητος ἔχει τάξιν οὐδεμιᾶς. ἀλλʼ οὐκ οἴεσθε, ὦ Ἀθηναῖοι, τοῦτό γε κἂν Αἰγινήτας τουτουσὶ γνῶναι καὶ Μεγαρέας, μηδʼ ἑτέροις ἐνοχλεῖν μηδʼ ἐμπίπτειν εἰς πράγματα; ἀλλʼ ὑμῖν τοῦτο οὐκ ἔνεστι λογίζεσθαι. οὐ γὰρ ἐᾷ τὰ τρόπαια οὐδʼ αἱ τῶν πατέρων πράξεις, οὐδʼ ἃς Ἴωσι δεηθεῖσιν ἔπεμψαν ἐκεῖνοι τριήρεις, αἳ τοὺς πολλοὺς καὶ λαμπροὺς κατὰ γῆν καὶ κατὰ θάλατταν ἀγῶνας ἐνίκησαν, διʼ οὓς ἡ πόλις ἡμῶν τοσοῦτον ἑαυτὴν ὑπερῆρεν ὅσονπερ πρὸ τοῦ τὰς ἄλλας.
424.p33
424.p33
ἄξιον τοίνυν κἀκεῖνο ἐπὶ πᾶσιν ἐξετάσαι, ποτέροις συνηθέστερον ὑμῖν καὶ μᾶλλον πάτριον συντάττεσθαι, πότερόν ποτε Θηβαίοις, ἢ Λακεδαιμονίοις. ἀποβλέψατε δὴ εἰς τὰ τρόπαια τὰ τῶν πατέρων αὐτὰ ταῦτα καὶ τὰς ναυμαχίας, τὴν ἐπʼ Ἀρτεμισίῳ, τὴν ἐν Σαλαμῖνι, τὴν μάχην τὴν Πλαταιᾶσι, τοὐπίγραμμα τοῦ Μαραθῶνι