Orationes 33
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
425.p34
425.p34
τροπαίου. ὅταν δὲ εἰς ταῦτα ἀποβλέψαι κελεύσω, εἰς ταυτηνὶ τὴν ἀκρόπολιν ἀποβλέψαι κελεύω καὶ τὸν Παρθενῶνα καὶ τὰ λάφυρα, ἃ μεθʼ ὧν ἐκτησάμεθα οὐχ ὅσιον προέσθαι νῦν οὐδὲ συνεξελεῖν τούτοις ἐφʼ οὓς τότε κοινωνοὺς εἴχομεν. φέρε δὴ, κεκάκωται μὲν ἡ Ἑλλὰς, βασιλεὺς δʼ ὅπως ἔχει γνώμης ἐπὶ τοῦ πολέμου καθαρῶς ἔδειξε, Θηβαῖοι δʼ ὑπὲρ ἀρχῆς βουλεύονται, ταύτῃ δʼ, ἡμᾶς ἐναντιωσομένους πάντες ἴσασιν, ὑπάρχει δʼ αὐτοῖς πρὸς τὸν βάρβαρον εὐεργεσία καὶ πίστις παλαιά· ἂν οὖν ἢ τῶν Θηβαίων διὰ ταῦτα καλούντων θαρρούντως, ἢ καὶ αὐτὸς αὑτῷ σύμβουλος γενόμενος στρατιὰν ἔχων ἀφίκηται πάλιν δεῦρο ὁ βάρβαρος, οὐκ ἄμεινον σώους εἶναι Λακεδαιμονίους καὶ ἀποκεῖσθαι πρὸς τοιοῦτον καιρὸν καὶ τοιαύτην ἀνάγκην, ἀλλὰ μὴ τὸ τοῦ Λακεδαιμονίου συμβεβηκὸς ὑπάρχειν, ἑτερόφθαλμον τὴν Ἑλλάδα; τοῦτο γάρ τις αὐτῶν εἰπεῖν λέγεται πρὸς Θηβαίους ὑπὲρ ἡμῶν, ὅτε ἀναιρεῖν ἡμᾶς ἐκέλευον. πολλὰ τοίνυν με ὕπεισι καὶ παλαιὰ καὶ μεγάλα, ἃ κοινὰ ταῖς πόλεσι πρὸς ἀλλήλας ὑπάρχει χωρὶς τῆς ἐπὶ τὸν βάρβαρον συστάσεως· οἷον Ἡρακλεῖ μυστηρίων μετάδοσις πρώτῳ ξένων, καὶ ὡς ἀπῆλθεν ἐξ ἀνθρώπων, τιμαὶ παρὰ πρώτοις ἡμῖν αἱ αὐταὶ τοῖς θεοῖς, καὶ τῶν ἐκείνου παίδων καταφυγὴ δεῦρο, καὶ ὑμῶν προστασία καὶ μάχη πρὸς Εὐρυσθέα, τὸν ἐλαύνοντʼ αὐτοὺς, καὶ τὰ τελευταῖα, Κίμωνος εἰς Ἰθώμην ἄφιξις καὶ Τυρταίου πρὸ Κίμωνος εἰς Σπάρτην. πάλιν αὖ τυράννων καταλύσεις παρὰ τούτων καὶ τὰ πρὸς Ἀλκμαιωνίδας οἰκεῖα καὶ μυρία τοιαῦτα ὕπεισί με. ἀλλὰ ταῦτα μὲν ἐξαριθμεῖσθαι καὶ καταλέγειν οὔτʼ εὔπορον οὔτʼ ἴσως ἐν δυνατῷ· εἰ δέ τις, ὦ ἄνδρες Ἀθηναῖοι, μεταξὺ νυνί πως εἰσδραμὼν ἀγγείλειεν ὑμῖν ὅτι τοῦ Μαραθῶνι τροπαίου τοὐπίγραμμα ἐκκεκόλαπται, θορυβησάντων δὲ τὸν αὐτόχειρα δείξειε, κᾆτα ἐκεῖνος φαίη τὸ Λακεδαιμονίων μόνον ἐξαληλιφέναι μέρος, τὸ δὲ λοιπὸν εἶναι σῶον καὶ φανερὸν, χαλεπῶς οἶδʼ ὅτι καὶ δυσχερῶς οὐδὲν ἧττον ἔχοιτʼ ἄν. μὴ τοίνυν ἂν μέν τις τοὔνομα τὸ Λακεδαιμονίων ἐξαλείψῃ τοῦ τροπαίου, πικρῶς καὶ χαλεπῶς ἔχειν οἴεσθε