Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 33
Aristides, Aelius33 426 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
426.p35
426.p35
δεῖν, αὐτοὺς δὲ συνεξέλητε Θηβαίοις, ἐκ τῆς Ἑλλάδος οὔσης τῆς ἐπιγραφῆς, ἀλλὰ λογίζεσθε εἰ παρῆν τὰ πράγματα εἰς τοιοῦτον καιρὸν, ὥστε Θηβαίους κεκρατηκότας αὐτῶν μεθʼ ὑμῶν παντελῶς γνώμην προτεθεικέναι περὶ αὐτῶν, τίνʼ ἂν ψῆφον ἔθεσθε. ἆρά γε ἀπολλύναι; καὶ τίς τῶν σφόδρα ἑτοίμως ψηφισαμένων αὐτό γε τοῦτο ὁμολογήσειεν ἄν; ἀλλὰ σώζειν ὥσπερ ὑμᾶς ἐκεῖνοι πρότερον; πῶς οὖν συναναιρήσετε νῦν τοὺς αὐτοὺς τούτους; φέρε, ἐὰν δὲ συμβῇ τοῦτʼ αὐτὸ ὃ λέγω, καὶ προσθῆσθε μὲν τοῖς Θηβαίοις, συλλόγου δὲ γενομένου κελεύωσιν ὑμᾶς ἀποφήνασθαι τί χρὴ τοὺς Λακεδαιμονίους ποιεῖν ἢ νῦν ἢ ὕστερον, ἡνίκʼ ἂν μηδὲν ὅλως ἐκείνοις ἐνῇ, τί ἐρεῖτε, ὦ ἄνδρες Ἀθηνᾶιοι; καὶ τίνα γνώμην οἴσετε; ἀναιρεῖν οἷς ὑμᾶς οὐκ ἔδοξεν; ἀλλʼ ἐᾶν σώους; εἶθʼ ὑπὲρ ὧν ἂν ψήφου δεηθῶσι, τὴν σώζουσαν θήσεσθε δικαίως, τούτους ὅτʼ ἐν τοῖς ὅπλοις ἐστὶ τὸ διατηρῆσαι, συνεξελεῖν μᾶλλον αἱρήσεσθε; οὐκ ἂν παρέλθοιμι τὸ τῶν Ἀργείων ἐκείνων, ὑπὲρ ὧν τὸ παλαιὸν ἐξήλθετε εἰς Βοιωτίαν ταυτηνὶ καὶ οὐκ ἐπετρέψατε Θηβαίοις τούτοις οὐδὲν ἀγνωμονῆσαι περαιτέρω τοῦ καιροῦ, καίπερ ἠδικημένους τὴν ἀρχὴν εἰδότες. ἃ καὶ Λακεδαιμόνιοι σαφῶς ἐπιστάμενοι παρακαλοῦντες ἥκουσι νῦν ὑμᾶς ἐπὶ τοὺς αὐτοὺς τούτους, οὐχ ὑπὲρ ἑπτὰ νεκρῶν αὑτῶν, ἀλλὰ πάντων τῶν λοιπῶν τῆς σωτηρίας, ὥσπερ ἐξ ἐκείνου λοιπὸν ὀφειλομένων ἀμφοῖν τούτοιν, Θηβαίους μὲν ὑβρίζειν, ὑμᾶς δὲ κωλύειν. κεφάλαιον δʼ εἰπὼν καὶ δὴ πέπαυμαι. ἔχετε, ὦ Ἀθηναῖοι, Λακεδαιμονίους, ὃ πάλαι προὐθυμεῖσθε, ὑπὸ χεῖρα παρόντας καὶ περίεστι τῇ πόλει δίκην εἰληφυίᾳ δόξαν φιλανθρωπίας προσλαβεῖν, ἐὰν ἐθέλητε· οὗ τί γένοιτʼ ἂν ἥδιον; ἢ καὶ τοῦ τιμωρήσασθαι καὶ τοῦ σῶσαι τοὺς προσκρούσαντας κυρίους ὑπὸ τῆς τύχης γεγονέναι; πρὸς ταῦτα βουλεύσασθε ἃ χρή. ὡς εἰ μὲν ἐγκαταλειφθέντες ὑφʼ ὑμῶν οὐκ ἀνθέξουσι, πράγματος οὐ μετρίου δόξετε αἴτιοι γεγενῆσθαι· εἰ δὲ καὶ καθʼ αὑτοὺς ἀνοίσουσιν, ἄμεινον ἐφʼ ὑμᾶς ἐλθεῖν τοὔνομα, ὁμοῦ καὶ χάριν ἐκ Λακεδαιμονίων καὶ μνήμην πρὸς ἁπάντων ἔχον διηνεκῆ.

Intertext edge

Open linked passage

Note