Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 34
Aristides, Aelius34 446 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
446.p30
446.p30
καὶ δικαιότερον δήπουθεν, ὦ Δήμητερ, Ἀθηναίους ὄντας τὰ αὑτῶν περιστέλλειν ἐστὶν ἢ τὰ Λακεδαιμονίων.
446.p31
446.p31
ἥσθην δὲ ἐφʼ οἷς Ἡρακλέους καὶ τῶν Ἡρακλέους παίδων ἐμνήσθη τις, ὥσπερ εἰς Λακεδαιμονίους, ἀλλʼ οὐκ εἰς Θηβαίους πολὺ μᾶλλον ταῦθʼ ἡμῖν πεφιλοτιμημένα, εἰ μὴ καὶ τὸν Ἰόλεων Σπαρτιάτην ἀποφαίνουσι. θαυμάζω δʼ ὅπως οὐ καὶ τὸν Οἰδίπουν προσέθηκαν ὡς ἐδεξάμεθα, οὐδὲ καὶ τοῦτο εἰς τὴν Λακεδαιμονίων τιμὴν ἀνήνεγκαν. ἐγὼ δʼ εὖ οἶδʼ ὅτι καὶ ταῦτα καὶ πολὺ πλείω τούτων κοινὰ πρὸς Θηβαίους ἂν ὑμῖν ἐπέπρακτο, εἰ τοιαῦται παρέπιπτον ἀφορμαί. καὶ οὐκ ἐμὲ λέληθεν ὅτι καὶ τούτων ἕκαστον τῶν νῦν ὑπαρχόντων ἦν ὅτʼ ἄπρακτον ἦν, ἀλλʼ ὅμως ἐπὶ καιρῶν ἕκαστα ἐγένετο. οὐ μὴν οὐδενὶ τῶν ἔμπροσθεν τοιοῦτος καιρὸς ὑπῆρξεν οἷός περ ὁ τῶν νῦν ἔργων τούτων. νυνὶ γὰρ εἰς ὑμᾶς πάντʼ ἀνάκειται τὰ τῶν Ἑλλήνων. μένουσι μὲν Θηβαῖοι πιστοὶ καίπερ εὐτυχηκότες, Λακεδαιμόνιοι δὲ ὑποκεχωρήκασιν. ὑπάρχει δʼ ὁμοῦ Θηβαίοις τὰ πιστὰ φυλάξαι καὶ δίκην παρὰ τῶν πολεμησάντων ὑμᾶς λαβόντας προεστάναι τὸ λοιπὸν τῆς Ἑλλάδος ἀσφαλῶς μετὰ τοῦ δεῖξαι πᾶσιν ἀνθρώποις περὶ τῆς πόλεως τὰ κάλλιστα, τοὺς ἐπιβουλεύσαντας ὅπως μεταχειρίζεται, καὶ τοῖς ὑπάρξασί τινος εὐεργεσίας ὅπως χρῆται διὰ τέλους. ὀλίγου δέω λέγειν οὐδὲ φιλάνθρωποι φανῆναι δυνήσεσθε, εἰ μὴ καὶ πρότερον χαλεποὶ γίγνεσθε. ἂν γὰρ ἐπεξελθόντες τῷ πολέμῳ μέχρι παντὸς καὶ παραλαβόντες τοὺς ἄνδρας, τὴν πόλιν, τὰ κτήματα, τηνικαῦτα σώσητε, ἔχοντες ὅ τι ἂν βούλησθε χρήσασθαι, τότʼ αἰσθήσονται τῆς φιλανθρωπίας ὑπὸ τοῦ καιροῦ Λακεδαιμόνιοι, καίπερ οὐκ ὄντες οἷοι τῶν εὖ ποιούντων αἰσθάνεσθαι. τόθʼ ὁμοῦ καὶ ἄνδρας καὶ δικαίους νομιοῦσιν ἅπαντες ὑμᾶς. μέμνησθε, ὦ Ἀθηναῖοι, τῆς ἐν Σικελίᾳ συμφορᾶς· τότε Συρακοσίοις παρόντες οὗτοι Λακεδαιμόνιοι νενικηκόσιν οὐ παρὰ μικρὸν, ἀλλʼ ὡς καὶ τὰς ναῦς ἡμῶν ἁπάσας διεφθαρκέναι καὶ ὅπλα καὶ σώματα εἰληφέναι τὰ μὲν ἐν τῇ θαλάττῃ, τὰ δὲ ἐν τῇ γῇ, καὶ μηδὲν ὧν ἂν εὔξαντο ἐνδεῖν

Intertext edge

Open linked passage

Note