Orationes 35
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
448.p1
448.p1
μεθʼ ὑμῶν, ὦ Ἀθηναῖοι, σκεψόμενος παρῆλθον ποτέροις δεῖ με συνειπεῖν. ἡγοῦμαι δὲ καὶ ὑμᾶς ὀρθῶς ἄν τι ποιεῖν, εἰ μὴ τοῖς πάλαι κεκρικόσι μηδὲ τοῖς ἐφʼ ἑαυτῶν προσέχοιτε, ἀλλὰ τοῖς τὰ συμβησόμενα ἐκ τῶν λογισμῶν ἀναμένουσι. τὸ γὰρ ταυτὰ συμβουλεύειν ὑμῖν τε καὶ αὑτῷ, τοῦτʼ εἶναί μοι δοκεῖ σκοπεῖν ἐν κοινῷ περὶ τῶν πραγμάτων, μὴ προκατειλημμένον. οὐκοῦν Λακεδαιμόνιοι μὲν, ὡς ὑμεῖς τε ἠκούσατε κἀγώ φημι, παρεσπόνδησαν τὴν Καδμείαν κατασχόντες, καὶ πλεονεξίας ἐπίδειγμα ἐποιήσαντο οὐχ ἧττον ἢ Θηβαῖοι παρελθόντες εἰς Πλαταιάς ποτε· Θηβαῖοι δʼ οὕτως ἰσχυροὶ γεγόνασιν ὡς συνενηνοχέναι αὐτοῖς ἀδικηθεῖσιν. ἐχόντων δὲ οὕτω τούτων ἡ κατηγορία μὲν ἐν Λακεδαιμονίοις, φόβος δʼ ἐν Θηβαίοις ἐστίν. εἰ μὲν οὖν δικάζομεν αὐτοῖς, ἠδικηκέναι τοὺς Λακεδαιμονίους ψηφιζόμεθα καὶ δικαίως ἃ πεπόνθασι πεπονθέναι· εἰ δὲ μέμικταί τι βουλῆς καὶ ὑπὲρ ἡμῶν αὐτῶν ἡμῖν, οὐκ αὐξήσομεν τοὺς Θηβαίους οὐδὲ τῆς Λακεδαιμονίων ἀγνωμοσύνης κληρονόμους ποιήσομεν. οὐ γὰρ εἰ δικαίως ἐκείνους ἀναιρήσουσι, τοῦτο σκεψόμεθα, ἀλλʼ εἰ ταυτὸν τοῦτο καὶ ἡμᾶς ἀδίκως ποιῆσαι δυνήσονται, τοῦτο φοβησόμεθα· καὶ τὸ παράδειγμα ὃ νῦν ἡμᾶς πεποίηκε τοῖς Θηβαίοις συναλγεῖν οὐ βουλησόμεθα ἐλθεῖν ἐφʼ ἡμᾶς, τῶν νῦν ἀνθελκόντων ἐκποδὼν γενομένων. ἐγκλήματα δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πολλὰ μὲν ὑμῖν ὑπάρχει πρὸς Θηβαίους, πολλὰ δὲ πρὸς Λακεδαιμονίους, πρὸς ὁποτέρους δὲ πλείω καὶ μείζω οὐ διαφέρομαι, πλὴν οἶδʼ ὅτι εἰ ἓν ὧν ἐπεχείρησαν Θηβαῖοι κατώρθωσαν, οὐκ ἂν νῦν ἐβουλευόμεθα. ἀλλʼ ἐάσω τό γε μηδʼ ἔργῳ συμβὰν θεῶν τινος μεγάλῃ προνοίᾳ· πάλιν δέ με ὕπεισιν ὡς οὐδʼ αὐτοῦ τούτου παντάπασιν