Orationes 35
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
449.p2
449.p2
ἀναίτιοι Λακεδαιμόνιοι. τὸ γὰρ εἰς τοῦτο ἀγαγεῖν τὴν πόλιν ὥστʼ ἔχειν Θηβαίους ταῦτʼ ἀποφήνασθαι περὶ αὐτῆς ὑπάγει δικαίως αὐτοὺς τῆς μέμψεως τῇ κοινωνίᾳ. ἀλλὰ τοῦ μὲν εἰς τοῦτʼ ἀγαγεῖν ἡμᾶς μέτεστι καὶ Θηβαίοις τοῖς συμπολεμήσασιν αὐτοῖς, τοῦ δὲ φείσασθαι τὸ λοιπὸν οὐκέτʼ ἔχουσι Λακεδαιμόνιοι τούσδε κοινωνούς. καὶ μὴν οὐδʼ ἐκεῖνό γε προσδέξομαι ὅτι Θηβαίων εἷς εἶπε ταῦτα. ἃ γὰρ Πλαταιὰς πρότερον διέθεσαν, τοιαύτην ἀναχώρησιν οὐκ ἀπολείποντʼ αὐτοῖς οὐδὲ σκῆψιν, οὐδὲ τοιοῦτον τὸν ὑπὲρ τῆς περὶ ἡμῶν ψήφου λόγον δείκνυσιν ὄντα. εἴποιεν δʼ ἂν καὶ περὶ τῆς παλαιᾶς αἰτίας ὡς οὐκ ἀπὸ πάντων ἦν, ἀλλʼ οἱ προεστηκότες αὐτῶν ἐμήδιζον· εἰ δʼ ὑπὲρ ὧν μὲν προὔδοσαν τοὺς Ἕλληνας καὶ ὑπὲρ ὧν τοὺς δεῖνας ἀνεῖλον καὶ ὑπὲρ ὧν ἡμᾶς ἐμέλλησαν, τοῖς πρώτοις ἐκείνοις ἀκόλουθα ποιοῦντες, καὶ εἴ τι ὅλως ἠγνωμονήκασιν, ὑπὲρ μὲν τούτων τοὺς προεστηκότας προβαλοῦνται, ὅταν δέ τις τοῦ Πειραιῶς μόνον μνησθῇ, πάντες ἥξουσι περὶ ὧν δή που καὶ εἷς τις καὶ δεύτερος εἶπε, μάτην πάντες εὐήθεις κέκληνται τὰ κράτιστα ὄντες σοφοί. ἄλογον δέ μοι φαίνεται, πρὸς ἀμφοτέρους ὄντων ἐγκλημάτων ἡμῖν, Λακεδαιμονίοις μὲν ἐπεξεληλυθέναι καὶ δίκην ἐζητηκέναι λαβεῖν, Θηβαίους δὲ ἀφεῖναι καθάπαξ, καὶ τοσοῦτον ὑπερβαλεῖν ἐκείνοις ὀργιζομένους ὥστʼ ἀδικήσειν ἡγεῖσθαι, εἰ μὴ μέχρι παντὸς τοῖσδε συνεστήξομεν. ἐγὼ μὲν γὰρ οἶμαι δεῖν μέχρι τούτου τιμωρεῖσθαι Λακεδαιμονίους μέχρι οὗ μὴ τοὺς Θηβαίους ἀθώους παντάπασιν ἀφήσομεν. φοβοῦμαι δὲ μὴ Θηβαίοις γιγνόμενοι σύμμαχοι τοὺς ὑπάρχοντας ἡμῖν αὐτοῖς ἀπολέσωμεν. σκοπῶν γὰρ τὰς παλαιὰς αἰτίας, ἃς ἡμῖν ἐπήνεγκαν οἱ Ἕλληνες, ἄλλο μὲν οὐδὲν ἐχούσας εὑρίσκω, τοῦτο δὲ, μὴ μετρίως ἡμᾶς χρῆσθαί τισιν αὐτῶν.
449.p3
449.p3
ἔστι τοίνυν ἅπαντα ἅ τις ἂν τόθʼ ἡμῶν ἐξήτασεν, ἂν εἰς ταυτὸν συνθῇ τις, οὐδʼ ἐγγὺς τῆς νῦν ἐγχειρήσεως. τὸ γὰρ Λακεδαιμονίους ἀνελεῖν ἐθέλοντας φανῆναι τίς ἂν εἴποι πάντων τῶν πρὸς τοὺς ὑπηκόους τότʼ ἀηδῶν