Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 35
Aristides, Aelius35 450 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
450.p4
450.p4
μὴ οὐ πολὺ μεῖζον καὶ χαλεπώτερον εἶναι; ὥστε πῶς ἡμῖν ἀκολουθήσουσιν οἱ τότʼ ἐκεῖνα δυσχεράναντες οὐ δύναμαι συνιδεῖν ἔγωγε. καὶ γὰρ εἴ τινες αὐτῶν μισοῦσι Λακεδαιμονίους, ὡς εἶεν ἅπαντες τοῦτο πεπονθότες, καὶ νὴ Δίʼ ἴσως εἰσὶν οἱ πλείους διὰ τοὺς ἁρμοστὰς καὶ τὴν ἀπὸ Λυσάνδρου τότʼ ἐπήρειαν· μέχρι μὲν τοῦ μὴ τὴν τοῦ ταὐτὰ ποιεῖν ἔχειν δύναμιν μισοῦσιν ἴσως αὐτοὺς τῆς αὐτῶν ἕνεκʼ ἀσφαλείας ἕκαστοι, ὥστε δὲ καὶ ἀπολωλότας καθάπαξ ἰδεῖν, οὔ μοι δοκοῦσιν, εἰδότες ὡς ἔχει τι σχῆμα τῇ Ἑλλάδι εἶναι τὴν Λακεδαιμονίων πόλιν. καὶ μὴν οὐδὲ ἐπʼ ἴσης Θηβαίοις τε καὶ ὑμῖν βουλευτέον ἐστὶ περὶ τούτων. πολὺ γὰρ μᾶλλον ἐκείνοις μικρῶν ἕνεκα αἰτιῶν τὴν ἐσχάτην δίκην ἁρμόττει λαβεῖν ἢ ὑμῖν τῶν μεγίστων μετρίαν. ἐὰν γάρ τις τὸ ἑκατέρων ἦθος προσλογίζηται τῇ πράξει, τὴν μὲν ἐκείνων μετρίαν, κἂν ᾖ χαλεπωτάτη, τὴν δʼ ὑμετέραν μεγίστην, κἂν μετρίως ἔχῃ, κρινεῖ· τοσοῦτον ὑμῖν μὲν φιλανθρωπίας, ἐκείνοις δὲ ὠμότητος περίεστιν. εἶτα κἀκείνοις μὲν ἀρχαῖόν ἐστι, μηδὲν τοῦ κοινοῦ τῆς Ἑλλάδος φροντίζειν, ἀλλʼ ὁπόθεν τι πλέον σχήσουσι, τοῦτο μόνον καθορᾶν, ὑμῖν δὲ προστάταις τῶν κοινῶν δικαίων οὖσι καὶ ὑπειλημμένοις οὐκ ἔνεστι παρορᾶν τὰ τοιαῦτα ὀργῆς ἰδίας ἕνεκα ἢ μέμψεως. πρὸς δὲ τὸ ἐρώτημα ἐκεῖνο, πότερον τοῖς ἐκ Πειραιῶς ἢ τοῖς ἐξ ἄστεος προσήκει σῶσαι Λακεδαιμονίους, ἀπεκρινάμην ἂν ἔγωγε ὅτι ἀμφοτέροις, εἴπερ εἰσὶν Ἀθηναῖοι. καὶ γὰρ οὐδʼ ἐκεῖνο ἔχει λόγον, αὐτοὺς μὲν ἡμᾶς ὀμωμοκέναι καὶ πίστεσιν ἰσχυραῖς διωρίσθαι ἦ μὴν ταὐτὰ φρονήσειν καὶ μὴ μνησικακήσειν ἀλλήλοις, Λακεδαιμονίους δʼ ὥστʼ ἀνελεῖν ἀνακινεῖν τὴν τούτων μνήμην, ἃ συγκρύψειν συνεθέμεθα, καὶ μὴ λογίζεσθαι μηδὲ σκοπεῖν ὅτι ὁ ταῦτʼ ἐξετάζων ἀκριβῶς τὸ πιστὸν τῶν συνθηκῶν ἀναιρεῖ. καὶ μὴν οὐδὲ οἱ δεδοικότες μὴ Θηβαῖοι τῶν παρʼ ἡμῶν ἁμαρτόντες βασιλέα καλέσωσι νοῦν ἔχοντα φόβον δεδίασιν. ἀλλʼ ἐμοὶ μὲν καὶ ἄτοπα δοκοῦσι πεπονθέναι, φοβούμενοι μὲν μή τινων εὐπορήσωσι συμμάχων, ὑμᾶς δὲ πείθοντες γενέσθαι τούτοις αὐτοὺς,

Intertext edge

Open linked passage

Note