Orationes 35
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
452.p7
452.p7
τοιαύτην καὶ λαμπροὶ γεγονότες φύγοιεν ἂν, οἶμαι, ταπεινὸν οὕτω σχῆμα λαβεῖν, ὥστʼ ἐπὶ τὸν βάρβαρον καὶ κηλῖδα παλαιὰν ἐπανελθεῖν. ὅλως δʼ οὐκ ἔχει λόγον ἡ ὑπόνοια αὕτη. ὅπου γάρ ἐστι δυοῖν θάτερον, ἢ κρατήσαντας αὐτοὺς ἄλλῳ κεκρατηκέναι καὶ καθʼ αὑτῶν, ἢ κρατηθέντας, ὅπερ καὶ πρότερον συνέβη, καταλειφθῆναι καὶ ἐφʼ ἡμῖν εἶναι, πρὸς πότερον τούτων δέοιντʼ ἂν βασιλέως; καὶ μὴν νῦν μὲν ἐὰν πληγῶσι, προσδοκίαν τινὰ ἕξουσι διʼ ἡμῶν πάλιν σωθήσεσθαι, ὥσπερ αὐτούς τε ἔμπροσθεν καὶ νῦν τοὺς Λακεδαιμονίους τοῦτο πεπονθότας εἰδότες. ἔσονται· ἐὰν δὲ τὸν βάρβαρον καλέσαντες ἀποτύχωσιν, ἀπολούμενοι καθαρῶς ἐπίστανται. πῶς οὖν οὐχ ὃ τὴν μὲν νίκην καθαρὰν, τὴν δὲ συμφορὰν εὔελπιν αὐτοῖς παρίστησιν, αἱρήσονται καθʼ αὑτοὺς ἀγωνίζεσθαι μᾶλλον ἢ ὃ τὴν εὐτυχίαν ἀνόνητον ποιοῦν ἀνήκεστον ἕξει τὸ πρᾶγμα, τὸν βασιλέα κοινωνὸν παραλαβεῖν; εἶτα καὶ εἰς ἀνάγκην κατακέκλεινται τοῦ μηδʼ ἂν βούλωνται παραφρονῆσαι. οἱ γὰρ νῦν μετʼ αὐτῶν ὄντες Ἠλεῖοι καὶ Ἀρκάδες, ἂν ἐπαγομένους αὐτοὺς τὸν βάρβαρον αἴσθωνται, εὔδηλόν ἐστιν ὡς οὐ μενοῦσιν, ἀλλʼ ὑπόψονται καὶ φυλάξονται, τοῦτο μὲν τὸν κίνδυνον εἰδότες ἔσχατον ἥξοντα αὐτοῖς, τοῦτο δὲ τὴν ἀδοξίαν, εἰ πρὸς ὃν πρότερον μετὰ τῶν τὰ δίκαια φρονούντων Ἑλλήνων παρετάττοντο, τοῦτον νῦν Θηβαίοις συνεπασκήσουσιν αὐτοί. μᾶλλον δή μοι δοκοῦσι Θηβαῖοι διὰ τοὺς ὑπάρχοντας νῦν συμμάχους ἀμελήσειν βασιλέως ἢ διʼ ἐκεῖνον τούτους παρόψεσθαι. ὅλως δὲ, ὦ Ἀθηναῖοι, εἰ νῦν σώων ὄντων Λακεδαιμονίων δεδοίκαμεν μὴ τῷ βασιλεῖ προσθῶνται Θηβαῖοι, τί ποιήσομεν ἡνίκʼ ἂν μηδὲ τούτους ἔτι κοινωνοὺς ἔχωμεν, ἀλλὰ μόνοι μεταξὺ Θηβαίων καὶ τῶν βαρβάρων ἀπολειφθῶμεν; εἰ μὲν γάρ ἐστί τις ὑμῖν ἐγγυητὴς ἰσχυρὸς, ὡς ἂν Θηβαῖοι Λακεδαιμονίους ἀνέλωσιν, οὐχ ὑμεῖς εὐθέως αὐτοῖς ὑποκείσεσθε, οὐδʼ ἐπὶ τὴν πόλιν ἥξουσι ταύτην· δεινὸν μὲν νὴ τὸν Δία τὸν ἐλευθέριον τὸν Πλαταιᾶσι καὶ τὰ μνήματα τῶν ἐκεῖ πεσόντων κοινῶν ἀμφοτέροις προγόνων περιιδεῖν τὴν Λακεδαιμονίων πόλιν ἐκπεσοῦσαν ἐκ τῆς Ἑλλάδος, καὶ ταῦθʼ ὑπὸ Θηβαίων, οὐ μὴν ἀλλʼ ἔμοιγε τετολμήσθω τοῦτο τὸ