Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 35
Aristides, Aelius35 454 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
454.p10
454.p10
μέρει μικρῷ πάντα τἀκείνων ἐξεληλέγχθαι, καὶ τοὺς μὲν ἐν ἡλικίᾳ τεθνάναι πάντας, τὴν πόλιν δὲ εἰλῆφθαι, καὶ ταῦτα ἀτείχιστον οὖσαν, παῖδάς τε καὶ γυναῖκας ἄγεσθαι, διαπεπρᾶχθαι δὲ, ὡς εἰπεῖν, τὸ πρᾶγμα πρὶν ἐλθεῖν εἰς βουλὴν καὶ λόγον; ἐπεὶ καὶ νῦν ἐπὶ τοῦτʼ αὐτὸ δή που καλοῦσιν ὑμᾶς Θηβαῖοι, ὥστε συνανελεῖν αὐτούς. ἐπὶ τί γὰρ καὶ φῇ τις ἕτερον, ὅπου περὶ τῆς πόλεως αὐτῆς ὁ λόγος γέγονε; δεῖ τοίνυν ἤδη βεβουλεῦσθαι καὶ μὴ περιμένειν τὰ μηδαμοῦ γενησόμενα. νὴ Δίʼ ἄπιστοι γὰρ Θηβαίοις δόξομεν εἶναι μὴ βοηθήσαντες. πολὺ δέ γε μᾶλλον, ἂν βοηθήσαντες μὴ ποιῶμεν ἐφʼ οἷς παρελήφθημεν. τί οὖν κωλύει, ταῦτα ἂν ἐκείνοις δοκῇ, συναινεῖν; οἷόν τι λέγω, κατασκάπτειν τὴν πόλιν, ἀνδραποδίζεσθαι, παῖδας καὶ γυναῖκας ἀποκτιννύναι πάντας. ἐπὶ γὰρ ταῦτα καλοῦσι. θήσω τοίνυν ἐγὼ καὶ μενεῖν ἡμᾶς τὸ πρᾶγμα καὶ μὴ φθάσειν προδιαφθαρέντας ἐκείνους, καὶ ψῆφον προτεθήσεσθαι, ὥσπερ ἀναγκαίᾳ τινὶ περιόδῳ τοῦτο ὀφειλόμενον τοῖς πολεμίοις ἅπασιν· ἂν οὖν ἡμῶν σώζειν τοὺς Λακεδαιμονίους τιθεμένων ψῆφον μὴ πείθωνται, μηδὲ συγχωρῶσιν οἱ Θηβαῖοι, τοῦτο δʼ οὐδὲ ἀποδείξεως δεῖται, ἆρα ἄλλο τι λοιπὸν ἔσται ἢ διεστάναι καὶ δυσχερῶς ἔχειν; οὐκοῦν ἀρχὴ πολέμου καὶ πραγμάτων αὕτη, Λακεδαιμόνιοι δʼ ἢ προαπολώλασιν, ἐὰν τὰ Θηβαίων νικᾷ, ἢ μενοῦσι τὴν τοῦ πολέμου κρίσιν, ἂν ἐξελέσθαι δυνηθῶμεν αὐτούς. ἀνάγκη γὰρ ἢ παθόντων τι παρὰ γνώμην τὴν ἡμετέραν ἡμᾶς ἐπὶ τοὺς Θηβαίους ἔρχεσθαι, ἢ διατηρηθέντων ὑφʼ ἡμῶν, τούτους ἐφʼ ἡμᾶς ὑπʼ ὀργῆς ἰέναι. πότερʼ οὖν βέλτιον ὑπὲρ τῆς σκιᾶς τῆς Λακεδαιμονίων ὕστερον πολεμεῖν Θηβαίοις ἢ κοινωνεῖν ἡμῖν μὴ δυναμένων, ἢ παντελῶς ἀπολωλότων, ἢ τὸν ὀρθὸν καὶ γενναῖον πόλεμον πολεμεῖν ὑπὲρ αὐτῶν, ἕως εἰσὶν ἔτι σῶοι; ἐγὼ μὲν οἶμαι τοῦτο. εἰ δὲ μὴ τῆς αὐτῆς τύχης ἧσπερ ἡμεῖς πεπείρανται, τοῦτο καὶ μάλιστα ὑπὲρ ὑμῶν ἐστιν. ὅτι μὲν γὰρ εἰς πολὺ χείρω βουληθέντων ὑμῶν ἥξουσιν ἅπασι δέδεικται·

Intertext edge

Open linked passage

Note