Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 35
Aristides, Aelius35 455 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
455.p11
455.p11
κωλύσαντες δὲ ὑμεῖς τὴν μὲν τιμωρίαν εἰληφέναι τῷ βουληθέντες ἂν δυνηθῆναι ῥᾳδίως, τὴν μεγαλοψυχίαν δὲ ἐνδεδεῖχθαι τῷ μὴ δεδεῆσθαι δόξετε· ὥστʼ ἀνθʼ ἑνὸς ἀμφότερʼ ἕξετε, καὶ τὴν τιμωρίαν καὶ τὸ πρᾶοι δοκεῖν εἶναι, τοῦτο δὴ τὸ ἐξ ἀρχῆς ὑμέτερον.
455.p12
455.p12
καὶ μὴν ὅτι γε, ὦ Ἀθηναῖοι, καὶ πολλῷ δεινότερά εἰσι πεπονθότες ὧν ὑμᾶς εἰργάσαντο αὐτοί ποτε ῥᾳδίως δείξω. ἡμεῖς μέν γε ποιοῦντες καὶ πάσχοντες ὡς εἰπεῖν διεγενόμεθα ἐν πολλοῖς ἀγῶσι καὶ μάχαις κακῶς ἀλλήλους, οἱ δὲ μιᾷ κρατηθέντες πάντων ἀφεστᾶσι. δῆλον τοίνυν κἀκεῖθεν· ἡμᾶς μὲν γὰρ τῆς κατὰ θάλατταν ἡγεμονίας ἀπεστέρησαν, αὐτοὶ δʼ ἀμφότερα σχόντες προεῖνται νῦν. ὥστʼ εἰ τὸ πλειόνων στέρεσθαι μείζονός ἐστι συμφορᾶς δεῖγμα, μείζων ἐστὶν ἡ νῦν Λακεδαιμονίων τῆς πρότερον ἡμᾶς περιστάσης. οὐ τοίνυν οὐδὲ τὴν τάξιν τῆς συμμαχίας τῆς πρὸς τοὺς Θηβαίους ἐπινοῶ. προεστᾶσι μὲν γὰρ, ὡς ὁρᾶτε, αὐτοὶ τοῦ πολέμου, δέονται δʼ ὑμῶν ἐν προσθήκης μέρει. τὸ μὲν τοίνυν ἐκείνοις συγχωρεῖν ἡγεῖσθαι αὐτοὶ κρίνατε ὁποῖόν τί ποτʼ ἐστὶν ὑμῖν, μνημονεύοντες τοῦ τροπαίου, ὅ ποτʼ ἐστήσατε ἐν Οἰνοφύτοις· τὸ δʼ αὐτοὺς ἀξιοῦν προΐστασθαι μὴ ἀγνωμοσύνη σαφὴς ᾖ. τὸ γὰρ κληθέντας ὑπʼ ἐκείνων, κἀκείνων τῶν τὰ μέγιστα ἐξειργασμένων ὄντων ἀμφισβητεῖν περὶ τῆς προστασίας οὐκ ἔξω ταύτης τῆς αἰτίας εἶναι δόξει. τοὺς δʼ ἐπειγομένους καταπολεμῆσαι τοὺς Λακεδαιμονίους καὶ μὴ δεῖν ἀνεῖναι λέγοντας τοῦτʼ ἐρωτῆσαι βούλομαι, ἂν μὴ διδῶσι τὴν ἡγεμονίαν ἡμῖν οἱ Θηβαῖοι, κελεύετε συμμαχεῖν αὐτοῖς ἐν ὑπηκόων τάξει; νὴ Δίʼ ἀλλὰ δώσουσιν. οὐχ οὗτοί γε, ἕως ἂν ὁρῶσι τὰς Λακεδαιμονίων ἀσπίδας παρʼ αὑτοῖς κρεμαμένας. εἰ δʼ ἐπʼ ἀμφότερα ἔστʼ εἰκάσαι, πόθεν καὶ πῶς τἀκριβὲς εἰσόμεθα; διδόντων μὲν γὰρ ὡς οὐδὲν μᾶλλον χρὴ τούτοις πολεμεῖν ἔστʼ εἰπεῖν, οὐ συγχωρούντων δὲ τίς ἂν φαίη δεῖν ἀνέχεσθαι; ἂν οὖν ἡμῖν συμβῇ κρῖναι μὲν τοῖς Θηβαίοις προσθέσθαι, γενομένης δʼ ἧς λέγω διαφορᾶς διαστῆναι, ἆρα ἄλλο τι συμβεβηκὸς ἔσται ἢ καὶ τούτους περιεορακέναι, καὶ πρὸς ἐκείνους ἐν προσκρούσμασι καὶ μέμψεσιν εἶναι, καὶ μήτʼ ἐπὶ τούτους

Intertext edge

Open linked passage

Note