Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 35
Aristides, Aelius35 456 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
456.p13
456.p13
ἐπανελθεῖν εἶναι μήθʼ ὅ τι χρὴ ποιεῖν ἔχειν εὑρεῖν; ἂν δὲ δὴ τοῦτο νικήσῃ πᾶσι συνδόξαν, ἑκάστους ἐκ περιτροπῆς ἡγεῖσθαι, οἷον Θηβαίους, Ἀργείους, Ἠλείους, Ἀρκάδας, ὑμᾶς, καλόν γε ὄντας Ἀθηναίους διαλαγχάνειν πρὸς τοὺς πάντας ἀνθρώπους περὶ τῆς ἡγεμονίας, καὶ ἄρχειν τῶν Ἑλλήνων ἐκ περιτροπῆς, ὥσπερ ἄλλην τινὰ μοῖραν ἢ ἔρανον διῃρημένους. καὶ πότερον βέλτιον τὸ πέμπτον μέρος μεταλαμβάνειν, ἂν οὕτω τύχῃ, τῆς προστασίας, τὰ δʼ ἄλλα πάντα ἀρχομένους διατελεῖν ὑφʼ ὧν εἶπον, ἢ Λακεδαιμονίους ἐφʼ ἡμισείᾳ προσδέξασθαι καὶ δύʼ εἶναι μέρη προεστηκότα, εἰς ἅπερ ἐξ ἀρχῆς ἡ Ἑλλὰς διῄρηται; οὐ γὰρ μὴ Φλιάσιοί γε ὑμῖν ἀμφισβητήσωσι δέδιτε, καὶ οὔπω λέγω δεῖν ἐπὶ τούτῳ δέξασθαι τοὺς Λακεδαιμονίους· οὐχ ὁρίζω τοῦτο, ἀλλὰ μάλιστα μὲν οἶμαι καὶ καθάπαξ αὐτοὺς παραχωρήσειν· καὶ νὴ Δίʼ ἔγωγε κελεύω, εἴπερ ὡς ἀληθῶς ἡμῶν δέονται καὶ τῆς σεμνότητος καθυφείκασί τι, ἢ φήσαιμʼ ἂν τοῖς πρέσβεσιν αὐτῶν τοὺς Θηβαίους αἱρήσεσθαι, ἐὰν ἐκεῖνοι ταῦθʼ ὑπακούωσιν, εἰ δὲ μὴ, μετριώτερον, ὦ Ἀθηναῖοι, Λακεδαιμονίους ἐξ ἴσου δέξασθαι ἢ τοιαύτην ἀκρισίαν κοινωνίας ὑποστῆναι Θηβαίοις. οἶμαι τοίνυν κἀκεῖνο προσήκειν ὑμῖν σκοπεῖν, ὅπως μὴ εἰς τὰς αὐτὰς αἰτίας Λακεδαιμονίοις ἔλθητε, μηδʼ ἃ μέμφεσθε δικαίως, ταῦτα μιμήσεσθε. ἔστι τοίνυν τούτων οὐ μικρὸν κατηγόρημα, ὅτι Θηβαίοις τουτοισὶ συνεξεῖλον Πλαταιὰς καὶ παρέδοσαν, καὶ πάλιν τὸ τελευταῖον, ὅτι τοὺς Ἴωνας ἐκδότους ἐποίησαν ἐν ταύταις ταῖς συνθήκαις ταῖς πρὸς βασιλέα. μὴ τοίνυν ὑμῖν τὸ τὴν Σπάρτην Θηβαίοις συνεξελεῖν καλὸν οἴεσθε λόγον σχήσειν, μηδὲ Λακεδαιμονίοις ἐγκαλοῦντες, ἐπειδήπερ τοὺς ἀποίκους ὑμῶν ἐξέδοσαν τῷ βασιλεῖ, αὐτοὶ Θηβαίοις ἐκδῶτε ὑμᾶς αὐτούς· ἐκδώσετε δὲ, ἂν πρὸς οὓς ἄσχολοι νῦν εἰσι Λακεδαιμονίους, τούτους ἐκποδὼν αὐτοῖς θήσετε. μικρὸν δʼ ἔτι προσθήσω· εἰ μὲν εὐπορήσουσιν ἑτέρων Λακεδαιμόνιοι συμμάχων ὑμῶν ἁμαρτόντες, τις ἂν μείζων αἰσχύνη γένοιτο τῶν πασῶν ἢ τὸ πρῶτον μὲν ἐζητηκέναι τινὰς ἄλλους, εἶτα καὶ ἀνευρηκέναι τοὺς συνδιατηρήσοντας τὴν Σπάρτην αὐτὴν, ὄντων Ἀθηναίων, εἰ δʼ οὐδένων ἑτέρων

Intertext edge

Open linked passage

Note