Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 36
Aristides, Aelius36 460 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
460.p6
460.p6
οὗ τί γένοιτʼ ἂν μεῖζον σύμβολον τοῦ πιστῶς ἔχειν ὑμῖν; ἆρʼ οὐκ ἐξ ἁπάντων ἀδεέστερα καὶ ἀδολώτερα φαίνεται; εἰ δὲ δεῖ πρὸς ἀναιδῆ διαβολὴν εὐγνωμοσύνης ὑπερβολῇ χρήσασθαι, τὸ μὲν μέλλον ἀφῶμεν· πολλὰ γὰρ ἐν τῷ παντὶ χρόνῳ γένοιτʼ ἂν ἃ καὶ προειδέναι ἀμήχανον καὶ προπιστεύειν οὐκ ἔνεστιν· ἐκ δὲ τῶν ἤδη γεγενημένων καὶ περὶ ὧν οὐδεμία τίς ἐστιν ἀμφισβήτησις, Θηβαίους αἱρούμενοι τὰ δίκαια ποιήσοντες ἐσμὲν δῆλοι, τοῦτο μὲν ἀνθʼ ὧν ὑπῆρξαν εἰς ὑμᾶς εὐεργεσιῶν, τοῦτο δὲ ἀνθʼ ὧν διὰ ταῦτα καὶ πρότερον αὐτοὺς προσηκάμεθα, τοῦτο δὲ ἀνθʼ ὧν Λακεδαιμόνιοι καὶ ἡμῖν ἀμέτρως κἀκείνοις ἀδίκως κέχρηνται. εἰ δʼ ὑπὲρ μὲν τοῦ μέλλοντος οὐκ ἐνέσται διισχυρίσασθαι, τὰ παρελθόντα δὲ ἀφʼ ὧν τὸ δίκαιον κρίνεται σιωπᾶν ἡμῖν προστάξουσιν οἱ μέχρι τοσούτου φιλοῦντες Λακεδαιμονίους, ὅσον τοῦ Θηβαίους μισεῖν ἀφελεῖν ἦν ἄξιον, ἄλλο τι λοιπὸν ἢ νεύματι τὴν βοήθειαν δεήσει δεικνύναι; οὐ γὰρ εἰπεῖν γε δήπουθεν οὐδὲν ἐξέσται. καὶ τίς ἂν ταύτης τῆς ἀλογίας ἀνάσχοιτο; ἄξιον δʼ ἐτάσαι τὴν Λακεδαιμονίων δεινότητα καὶ τὸν τρόπον ὅντινα ἀεὶ χρῶνται τοῖς πράγμασιν. οὗτοι πολεμήσαντες ἡμῖν πολέμους δύο, τόν τε Δεκελεικὸν τὸν πρότερον καὶ τὸν ὕστερον τουτονὶ τὸν Κορινθιακὸν, πῶς ἐχρήσαντο ἀμφοτέροις; ἐπʼ ἐκεῖνόν τε βασιλέα σύμμαχον ἐκάλεσαν, διʼ οὗ μάλιστα ἡγοῦντο ἡμᾶς καταλύσειν, καὶ τοῦτον διὰ τοῦ αὐτοῦ τούτου κατέθεντο πέμψαντες Ἀνταλκίδην, ὃς ἐξέδωκε τοὺς Ἕλληνας αὐτῷ, μισθὸν τῆς εἰρήνης, καὶ ταύτην τελευτὴν ἀμφοτέροις ἐπέθηκαν. εἶτα Λακεδαιμονίους μὲν οὐδὲν κωλύσει διʼ ὅτου ποτʼ ἂν οἴωνται τρόπου πλέον ἕξειν, τούτῳ χρῆσθαι, ἡμεῖς δʼ εἴ τινας τῶν ὑπαρχόντων ἰσχυροὺς ἡ τύχη πεποίηκε, τούτους ἐγκαταλείψομεν; καὶ μὴν οὐ τηλικοῦτόν ἐστι τὸ Ἀθηναίους Θηβαίοις προσθέσθαι κατὰ Λακεδαιμονίων, ἡλίκον τὸ Λακεδαιμονίους τῷ Πέρσῃ προσθεμένους ἐκδοῦναι τοὺς Ἕλληνας. ἢ ὅμοιον Ἴωνας καὶ Αἰολέας καὶ Δωριέας προέσθαι διαπραττομένους αὐτούς τι καὶ μηδένας ἀνθρώπων προδιδόντας τοῖς

Intertext edge

Open linked passage

Note