Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 36
Aristides, Aelius36 464 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
464.p12
464.p12
προστάτας τοὺς αὐτοὺς μὰ τοὺς θεοὺς ἔγωγε οὐκ ἐπινοῶ. ἀλλὰ κἂν ἐξ ἴσου δέῃ τὴν συμμαχίαν ποιεῖσθαι, θαρρῶν ἂν εἴποιμι Θηβαίους μᾶλλον αἱρεῖσθαι, οὓς ὅτι κρείττους Λακεδαιμονίων αὐτοὶ λέγουσιν οὗτοι. τὸ δὲ τοῖς κεκρατημένοις καὶ τοῖς ἠτυχηκόσιν εἰς ἴσον ἐλθεῖν οὐδʼ ὑπερβολὴν αἰσχύνης ἀπολιπεῖν νομίζω. πότε γὰρ πλεῖον, ὦ Ἀθηναῖοι, Λακεδαιμονίων ἕξομεν, εἰ νῦν ὅτʼ εἰς χρείαν ἡμῶν ἐληλύθασιν, ἐξ ἴσου γιγνόμενοι στέρξομεν; εἰ δʼ ἐπωνυμίας σεμνότητα σκοποῦσιν, ἢ πρὸς δόξαν ὀνόματος τὰ τοιαῦτα κρίνουσιν, ἀρχηγέται Θηβαῖοι τούτων εἰσὶν οὓς θαυμάζουσι. μὴ οὖν ὡς φαυλοτέρους ἀναινέσθων, ἐπεὶ ὅτι γε εὐπρέπεια ταῦτʼ ἐστὶ ῥημάτων καὶ οὐδὲν οἷον ἂν δόξειέ τις ἐγὼ δείξω ῥᾳδίως ἐπʼ αὐτοφώρῳ. εἰ γὰρ ἠτυχήκασι Λακεδαιμόνιοι καὶ καταπεπτώκασι καὶ οὐδʼ ὁτιοῦν αὐτοῖς καταλείπεται, παραδόντες αὑτοὺς καὶ εἰσαγαγόντες ὑμᾶς εἰς τὴν πόλιν, ὥσπερ εἰς τὴν ἡμετέραν αὐτοί ποτʼ εἰσῆλθον, οὕτως εὑρισκέσθων τὴν σωτηρίαν· καὶ μὰ τὸν Δίʼ οὐ πολλοί με φθάσουσιν, ἀλλὰ πρῶτος ἀναστὰς κελεύσω τοῖς Θηβαίοις ἀνταίρειν, ἂν μὴ πείθωνται λόγῳ μηδʼ ἀπέχωνται τῶν ἀνδρῶν. ἀλλʼ οὐ ποιήσουσιν οὐδέποτʼ, οἶμαι, ταῦτα Λακεδαιμόνιοι· πόθεν; ἐπεὶ καλῶ τοὺς πρέσβεις, καὶ θεωρεῖτε. μικρὸν οὖν ὕστερον ὑμῖν ἐξέσται τούτου πεῖραν λαβεῖν· νῦν δʼ ἔτι μοι μικρὸν προσθεῖναι δότε. ὑπῆλθε γάρ με λέγοντα μεταξὺ τὸ τῆς παλαιᾶς βοηθείας, ἣν ἐν τοῖς ἐσχάτοις καιροῖς λαβόντες παρʼ ἡμῶν αἰτήσαντες αὐτοὶ τὸν αὐτὸν τρόπον ὅνπερ νῦν ἐλθόντες κατέπεμψαν, συνεστηκότος μὲν τοῦ πολέμου καὶ ἀκμάζοντος αὐτοῖς, ὄντες δʼ ἐν χρείᾳ συμμάχων, τοῖς δʼ ἄλλοις ἅπασι τοῖς παροῦσι χρώμενοι, καὶ οὐδʼ ἂν αὐτῶν αἰτουμένων συγχωρήσαντες ἀπελθεῖν ἐκείνων οὐδέσιν. ἂν οὖν, ὦ Ἀθηναῖοι, καὶ νῦν ταυτὸν ποιήσωσι καὶ φῶσι μηκέτι χρῄζειν ὑμῶν. ἤτοι νὴ Δίʼ ὑποπτεύσαντες ἢ καὶ ὁπωσοῦν δόξαν αὐτοῖς, οἱ δʼ ἄνδρες ὑβρισταὶ καὶ κρυψίνοι, ἦ που χαρίεντα πεπονθότες ἄπιμεν καὶ ὑπʼ ἐκείνων ὑβρισμένοι καὶ τούτους παρεορακότες, ἐχθροὺς δʼ ἀμφοτέρους ἔχοντες τὸ λοιπόν.

Intertext edge

Open linked passage

Note