Orationes 37
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
467.p3
467.p3
ἐνδείξασθαι. ἐπεὶ τί δεῖ λέγειν, νῦν οὐχ ἵνα Θηβαίοις χαρίσωμαι παρελήλυθα, κᾆτα κελεύειν βοηθεῖν αὐτοῖς, ἢ πάλιν οὐκ ἐθέλων χαρίσασθαι Λακεδαιμονίοις, εἶτα προστάττειν ὑμῖν κινδυνεύειν ὑπὲρ αὐτῶν; εἰ γάρ ἐστιν ἀληθὲς τοῦτο τὸ σχῆμα ἀμφοτέροις καὶ δεῖ πιστεύειν αὐτοῖς ὥσπερ ἔγωγε φημὶ δεῖν, οὑμὸς ἔχει χώραν λόγος ἀμφοτέροις ἐκποδὼν στῆναι. νῦν δὲ ὥσπερ ζητούντων ὑμῶν τίσι πολεμήσετε, ἀλλʼ οὐχ ὃ τῇ πόλει συμφέρει πράττειν ὀφειλόντων, οὕτως οἱ μὲν τοῖς, οἱ δὲ τοῖς κελεύουσι πολεμεῖν, ὡς εἰ μὴ κινδυνεύσετε ζημίας οὔσης. τοῦτο δʼ ἢν ἐν μέσῳ κείμενον, τὸ μηδετέροις οἰκείως ἔχουσι τὰ ὑμέτερʼ αὐτῶν πράττειν παραινεῖν ὑμῖν· οὗ λυσιτελέστερον οὐδέν ἐστι τῇ πόλει, οὐδʼ ὅ τι μᾶλλον καὶ τοὺς ἐν ἡλικίᾳ διατηρήσει, καὶ ναυσὶ καὶ χρήμασι καὶ πᾶσιν ἔσται σωτήριον.
467.p4
467.p4
λέγουσι δὲ ὡς πολλοὺς ὑπὲρ πολλῶν ᾕρησθε κινδύνους καὶ αὐτοὶ καὶ οἱ πρόγονοι, καὶ λέγουσιν ἀληθῆ. ἀλλʼ εἰ τῶν ἄλλων οὕτω προνοεῖσθε, ὥστʼ εἰ καὶ πολεμεῖν ὑπὲρ αὐτῶν δέοι μὴ κατοκνεῖν, πῶς οὐχ ὑπὲρ ὑμῶν γε αὐτῶν μέχρι τοῦ μὴ κινδυνεῦσαι παρὰ καιρὸν προνοήσεσθε; οὐ γὰρ δή που τὰ μὲν τῶν ἄλλων συμφέροντα καὶ μετὰ κινδύνων βεβαιοῦν ἄξιον, τὰ δʼ ἡμέτερα αὐτῶν οὐδʼ ἡσυχῆ. ἔπειτα εἴ τις βούλεται σκέψασθαι διὰ τί ποθʼ ἡμῶν εὐδοκίμησαν οἱ πατέρες, πότερον διʼ αὐτὸ τὸ πλεῖν καὶ στρατεύεσθαι καὶ φιλοκινδύνως ἔχειν, ἢ διὰ τὸ σχῆμα τῶν ἔργων καὶ τὰς προφάσεις εὐλόγους καὶ ἀναγκαίας οὔσας, οὐκ ἂν, οἶμαι, φαίη διʼ ἐκεῖνα. λῃστῶν γὰρ ἂν αὐτοῖς ἔπαινον καὶ καταποντιστῶν ἀνατιθείη, εἰ τοῦτο θαυμάζοι καὶ ζηλωτὸν ἡγοῖτο τὸ τοῖς κινδύνοις ἀεὶ σφᾶς αὐτοὺς ὑποτεθεικέναι. ἀλλʼ οἶμαι τὸ τοὺς βαρβάρους ὑπὲρ τῶν Ἑλλήνων ἀμύνεσθαι καὶ μηδαμοῦ προΐεσθαι διὰ μαλακίαν τὰ δίκαια, τοῦτʼ ἐνδόξους ἐποίησεν αὐτοὺς εἰκότως. ἀλλʼ οὐχ ὁ νῦν πόλεμος τοιαύτην ἔχει τάξιν, ὥστʼ ἢ διʼ ἀνάγκην ὑμᾶς μετέχειν αὐτοῦ, ἢ διὰ προστασίαν, ἢ διὰ τοιούτου τινὸς δικαίου λόγον. αὐτὸ γὰρ τοῦτο πρῶτον οὐκ ἔνεστι διακρῖναι ποτέροις δεῖ βοηθεῖν. διὰ τί; διʼ ἓν μὲν ἐκεῖνο, ὅτι εἰ τὸ πολλοῖς ἡμᾶς συνεπειλῆφθαι