Orationes 37
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
468.p5
468.p5
πραγμάτων αἴτιον εἶναι δεῖ τοῦ μηδὲ νῦν ἡσυχάσαι, κοινὸν ἀμφοτέροις ἐστὶ τοῦτο. ὥσθʼ οἷς μετὰ τῶν ἑτέρων ἔσεσθε δικαίως, τούτοις τοὺς ἑτέρους παριδόντες ἁμαρτάνειν δόξετε. ἔπειτα εἰ μὲν δεῖ μνημονεύειν ὧν ἠδικήμεθα ὑπʼ ἀμφοτέρων, οὐδετέροις προσθετέον· εἰ δʼ ἀφίεμεν τὴν μέμψιν, οὐ δή που τοῖς μὲν, τοῖς δʼ οὒ, ἀλλʼ ἀμφοτέροις ὁμοίως ἀφήσομεν. τούτων δʼ οὕτως ἐχόντων οὐχ ἕξομεν οὓς αἱρησόμεθα, ἀμφοῖν ὑπάρχοντος ταὐτοῦ δικαίου. ὅλως δὲ πῶς οὐκ ἔστιν ἄτοπον, οἷς ἂν οὕτω τύχῃ καὶ βοηθεῖν δεῖ κατὰ τὸν τοῦ μὴ μνησικακεῖν λόγον, τούτοις τοὺς ἑτέρους συναναιρεῖν ἐξεπίτηδες; ὥστε εἰ δεῖ μὲν βοηθεῖν, τοῦτο δʼ ἀμήχανον ἀμφοτέροις, ὁ τοῦ μὴ δεῖν ἐγκαλεῖν λόγος εἰς τὸ μέσον κάτεισι, τῷ μήτε τούτοις βοηθεῖν, ὅτι κἀκείνοις ἔδει, μήτε ἐκείνοις, ὅτι καὶ τούτοις ὠφείλετο. ὥστε ὅτι οὐ μνησικακητέον, διὰ τοῦτο οὐ βοηθητέον. συμβέβηκε δʼ ἃ μάλιστʼ ἄν τις εὔξατο, Θηβαίους καὶ Λακεδαιμονίους συμπεπτωκέναι καὶ ὑμῖν δεδωκέναι σχολῆς καιρὸν καὶ ἀναπαύσεως, αὐτοὺς δʼ ἀνηνύτῳ πολέμῳ συνέχεσθαι, θεῶν τινος, ὡς ἐμοὶ δοκεῖ, προστασίᾳ καὶ προνοίᾳ περὶ τῆς ἡμετέρας πόλεως. εἴτε γὰρ δίκην ἐβουλόμεθα λαβεῖν παρʼ αὐτῶν, πραγματείας ἔδει καὶ κινδύνων, εἴθʼ ἡσυχίαν ἤγομεν, ἀθώους εἶναι κατελείπετο ἐκείνους. νῦν τοίνυν οὕτως ὑπὸ τοῦ δαιμονίου τὸ πρᾶγμα ἐστρατήγηται, ὥστʼ οἴκοι καθημένοις ὑμῖν ὑπάρχειν αὐτοὺς τιμωρήσασθαι διʼ αὐτῶν. δεῖ δὴ τοιούτῳ καιρῷ σωφρόνως καὶ πεφυλαγμένως χρήσασθαι, καὶ μὴ ὅπως ἐκείνων οἱ ἕτεροι τῶν ἑτέρων περιέσονται τοῦτο σκοπεῖν, ἀλλʼ ὅπως ὑμεῖς μηδʼ ὑφʼ ἑτέρων ἐνοχλῆσθε. καὶ γὰρ ἄτοπον ἐκείνους μὲν ἑκατέρους τὸ σφίσιν αὐτοῖς λυσιτελοῦν, μὴ τὸ ὑμῖν ζητοῦντας ἀπεσταλκέναι δεῦρο, ὑμᾶς δὲ τἀκείνων ἔμπροσθεν θεῖναι τῶν ὑμῖν αὐτοῖς συμφερόντων.
468.p6
468.p6
σκέψασθε δὴ πρὸς Διὸς ὁπότεροι βελτίω λέγουσι καὶ μετριώτερα, οἱ πράγματʼ ἔχειν καὶ τοὺς ἑτέρους ἀμύνεσθαι καὶ ἐν ἐχθρῶν τάξει τοῦτο ποιεῖν κελεύοντες, ἢ ὁ