Orationes 37
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
469.p7
469.p7
μήτε κινδυνεύειν καὶ ἀμφοτέρους τιμωρήσασθαι καὶ μηδετέροις προσκροῦσαι παραινῶν. καὶ μὴν ἐξιοῦσι μὲν ὑμῖν οὐκ εὔδηλον ὡς πιστὰ τὰ παρὰ τῶν συμπολεμησάντων ἀπαντήσειεν, οὖσι δʼ οἴκοι, χωρὶς ἧς ὑμῖν αὐτοῖς παρέξετʼ ἀσφαλείας, δῆλόν ἐστι σαφῶς ὅτι κἀκεῖνοι χάριν ἕξουσιν ἀμφότεροι. οὐ γὰρ ὧν οὐ συναγωνιζομένων μὲν ὑμῶν ἔτυχον ἑκάτεροι μέμψιν ποιήσονται, τοῦτο μὲν γὰρ ἴσασι τῶν ἀδυνάτων ὂν, ἀλλʼ ὧν οὐχὶ κακῶς ποιούντων αὐτοὺς ἐπειράθησαν, χάριν ἕξουσιν ἀμφότεροι δικαίως· τοῖς γὰρ μηδετέρους λυπεῖν ἐγνωκόσι τοῦτʼ ἴσασι καταλειπόμενον μόνον. πῶς οὖν οὐκ ἄμεινον ἀμφοτέρους ἐπιτρίβοντας καταθέσθαι χάριν ἀμφοτέροις, ἢ τοῖς ἑτέροις προσθεμένους, μηδετέρους οἰκειώσασθαι, ἀλλὰ τοῖς μὲν πρότερον, τοῖς δʼ ὕστερον ἐχθροῖς χρήσασθαι; ὅτι γὰρ ταῦτʼ εἰκότως ὑφορῶμαι ἔδειξαν ἀρτίως περὶ μὲν τῶν Λακεδαιμονίων οἱ τοῖς Θηβαίοις συναγορεύοντες, περὶ δὲ τῶν Θηβαίων οἱ τοῖς Λακεδαιμονίοις. δῆλον δὲ καὶ χωρὶς τῶν παρὰ τούτων λόγων ὅτι πάντα τὸν ἔμπροσθεν χρόνον συμπνέοντες καὶ κοινωνοῦντες ἑκάστων, ὡς οὐδεὶς δῆμος εἷς τῶν αὐτὸς αὑτοῦ μετέχει πραγμάτων, εἶτα μῦν ἐπʼ ἀλλήλους σὺν τοσαύτῃ σπουδῇ καὶ ῥώμῃ παρόντες, καὶ φίλους ὑμᾶς οὓς τότʼ ἠδίκουν ἀξιοῦντες ἔχειν, οὐδὲν περὶ ὑμῶν ἁπλοῦν οὐδὲ δίκαιον φρονήσουσιν ὕστερον, ἄλλως τε καὶ χρείᾳ νῦν, οὐκ εὐνοίᾳ παραλαβόντες. ἀλλὰ μὴν ὅπου γε νῦν ἡμᾶς ἐφέδρους εἰδότες, ὅμως πάρεισιν ἐπʼ ἀλλήλους, πῶς οὐχ ὅταν τοὺς ἑτέρους ἐξέλωμεν, ἐφʼ ἡμᾶς χρὴ νομίζειν τρέψεσθαι τοὺς περιγενομένους, ἐκεῖνό γʼ εἰδότας ὡς, ἂν ἡμᾶς κρατήσωσιν, οὐδεὶς αὑτοῖς λοιπὸς ἐναντίος ἔσται; ἀλλʼ ὦ τᾶν τῇ γε ἄλλῃ δίκαιον παρακινδυνεῦσαι, κἂν εἰς τοσαύτην ἀγνωμοσύνην ἐμπεσεῖν δέῃ. δεινὸν γὰρ Λακεδαιμονίους περιιδεῖν ἢ Θηβαίους τοσαῦτα καὶ τοιαῦτα ἀγαθὰ εἰργασμένους ἀνθρώπους τὴν πόλιν. οἶμαι μὲν ὑπὸ τοῦ πλήθους ἑκατέρων τῶν εὐεργεσιῶν οὐκ ἔχειν νῦν διακρῖναι πότεροι πλείους καὶ μείζους εἰσενηνόχασιν ἡμῖν, τοῦτο μὲν ἡνίκα ἐνθυμηθῶ ὡς ἄρα οἰκείως καὶ προθύμως