Orationes 37
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
470.p8
470.p8
ἐνέβαλον ἀμφότεροι καθʼ ἕκαστον ἔτος δεῦρο, τριάκοντα ἑξῆς ὀλίγου δεῖν ἔτεσι, τοῦτο δὲ ὡς ἡδέως καὶ ῥᾳδίως Δεκέλειαν ἐπετείχισαν ἡμῖν καὶ εἰς Σικελίαν ἀπήντησαν καὶ πανταχοῦ πρὶν κληθῆναι παρῆσαν. περὶ μὲν γὰρ τοῦ Πλαταιέων ὀλέθρου παραχωρήσειν ἀλλήλοις ἀμφοτέρους οἴομαι. νὴ Δίʼ ἀλλὰ οὐ κακῶς ἠγωνίσαντο ἐπὶ Δηλίῳ Θηβαῖοι. τί δʼ ἐπʼ Ἀμφιπόλει χεῖρον Λακεδαιμονίους ἐρεῖ τις; τὰς μὲν γὰρ ἄλλας εὐεργεσίας οὐχ οἷός τέ εἰμι ὑπὸ τοῦ πλήθους ἀκριβῶς καταλέξαι. τοιαῦτʼ ἐστὶ τούτων τὰ ἀμοιβαῖα, οἷς κέχρηνται πρὸς τὴν πόλιν. ἀλλὰ καὶ τῷ βασιλεῖ προσέθεντο Θηβαῖοι τὸ παλαιόν. Λακεδαιμόνιοι δέ γʼ ὕστερον, ὄντων τῶν τροπαίων ἃ σὺν ἡμῖν ἀνέστησαν. ἆρʼ οὐκ εἰκότως ἀπορῶ πότεροι μειζόνων ἀγαθῶν αἴτιοι τῇ πόλει γεγόνασι; νὴ Δία. ψῆφον γὰρ ἤνεγκαν Λακεδαιμόνιοι περισῶσαι τὴν πόλιν ἡμῶν· ἔστι ταῦτα. οὐκοῦν καὶ Θηβαῖοι καλούντων αὐτοὺς Λακεδαιμονίων οὐχ ὑπήκουσαν· ἔστι καὶ ταῦτα. πότερον οὖν δεῖ Λακεδαιμονίοις μὲν χάριν ἡμᾶς ἔχειν, ἐπειδήπερ οὐκ ἀνεῖλον τὴν πόλιν τὸν αὐτὸν τρόπον ὅνπερ Πλαταιὰς, Θηβαίοις δʼ, ἐπειδήπερ ἀπεῖπον ἐμβάλλοντες· ἢ Λακεδαιμονίοις μὲν ἀνθʼ ὧν εἰς τοῦτʼ ἤγαγον ἡμᾶς ὥστʼ ἐπʼ αὐτοῖς γενέσθαι χαλεπαίνειν, Θηβαίοις δʼ, ἐπειδήπερ ἁπασῶν τῶν ἔμπροσθεν ἐμβολῶν αὐτοῖς ἐκοινώνουν, ἐγκαλεῖν πολὺ μᾶλλον, ἢ ʼκείνοις μὲν ὑπὲρ τοῦ σῶσαι, τούτοις δὲ ὑπὲρ τοῦ μὴ συνεμβαλεῖν ποθʼ ἅπαξ ὀφείλειν χάριν ἡγεῖσθαι;
470.p9
470.p9
καὶ μὴν οὔτε Θηβαίοις μᾶλλον δεῖ πικρῶς ἔχειν τὴν περὶ τῆς ἀναιρέσεως ἐνεγκοῦσιν ἢ Λακεδαιμονίοις τὸ ἔχειν ἐκείνοις ὅ τι ἂν βούλωνται ψηφίσασθαι περὶ ἡμῶν παραδοῦσιν, οὔτʼ αὖ Λακεδαιμονίοις τοῖς ἐπὶ τὸν Πειραιᾶ στρατευσαμένοις μᾶλλον ἔχειν ὀργὴν ἢ Θηβαίοις ἀντὶ τῆς αἰτίας διʼ ἣν ἀπελείφθησαν. ἣν ἄν τις ἀκριβῶς ἡμᾶς ἐᾷ σκοπεῖν, τῷ μὴ νικῆσαι τὴν ψῆφον αὐτῶν οὖσαν εὑρήσομεν. ἀλλὰ τί ταῦτα ἀκριβολογοῦμαι; εἰ γὰρ τὰ μάλιστά τις εὐεργεσίας βούλεται ταῦτα νομίζειν, οὐ διαφέρομαι· ἀλλὰ πῶς ἔγνωκα φράσω πρὸς ὑμᾶς. εἰ μὲν εἴ τι χρηστὸν