Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 37
Aristides, Aelius37 472 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
472.p11
472.p11
συμμαχίαν, μηδὲ παθεῖν μηδὲν ὑφʼ ἡμῶν ἄγνωμον τοὺς Λακεδαιμονίους; ἐγὼ τούτου συνήγορος ὑμῖν. φέρε δὴ πάλιν· ἄνδρες οἱ Θηβαίοις συνειρηκότες βούλεσθε μηδὲν ἐμποδὼν γενέσθαι Θηβαίοις, μηδʼ ἐπὶ Λακεδαιμονίους ἡμᾶς ἀποκλῖναι; σύμψηφος ὑμῖν ἐγώ. καὶ τί κεκράγαμεν εἰκῆ καὶ φιλονεικοῦμεν, οὕτω κοινοῦ καὶ δικαίου πεφηνότος διαλλακτοῦ; ἀλλʼ οὐκ ἀπόχρη τὸ μέσον τοῦ πολεμεῖν τούτοις γε· εἰ δὲ μὴ ὑμῖν, ἕτερος λόγος. καὶ μὴν εἰ τριῶν ὄντων διὰ σπουδῆς ἑκατέροις ὑμῖν, ἑνὸς μὲν τοῦ μὴ κακῶς παθεῖν οὓς ᾕρησθε, ἑτέρου δὲ τοῦ μὴ τοὺς ἐναντίους εὖ, τρίτου δʼ ὅπως μείζους οὓς προῄρησθε ποιήσετε, τοῦτʼ ἀφαιρῶν, ἐκείνων ἔχομαι, πῶς οὖν οὐ διπλάσιον κοινωνῶ τῆς γνώμης ὑμῖν ἢ καθʼ ὅσον διέστηκα; προσθήσω δʼ ὅτι καὶ κατὰ ταῦτα κοινωνῶ καθʼ ἃ καὶ ὑμεῖς αὐτοὶ βελτίους φήσαιτʼ ἂν εἶναι. πῶς γὰρ οὐ βέλτιον κοινῶς τὸ τῇ πόλει συμφέρον ζητεῖν ἢ χάριτός τινος ἢ δυσμενείας ἤδη προσάπτεσθαι; εἶτα ἃ τοῖς ἑτέροις ἐπιτιμᾶτε ἑκάτεροι, ταῦτα αὐτοὶ ποιεῖτε. οὐκ ἐᾶτε λέγειν τὰς εὐεργεσίας, αὐτοὶ δʼ ὧν ᾕρησθε διέξιτε. ἀπολογεῖσθε ὑπὲρ τῶν ἐγκλημάτων, εἶτα κατηγορεῖτε.
472.p12
472.p12
ἐγὼ μὲν οὖν, ὦ Ἀθηναῖοι, πρὸς τῷ μηδὲν ἐναντίον ἐμαυτῷ ποιεῖν καὶ τούτοις σύμψηφός εἰμι· οὗτοι δʼ ὁμοῦ μὲν αὐτοὶ τοῖς αὑτῶν ἑκάτεροι, ὁμοῦ δὲ τοῖς ἑτέροις τἀναντία φαίνονται λέγοντες. πρὸς δὲ οὐκ οἶδʼ ὅπως κἀμοὶ τῷ μηδετέροις διαφερομένῳ, καθʼ ὃ γοῦν ὡμογνωμόνηκα, εἶναι δεῖ μέρος. εἰς μὲν γὰρ τὸ βοηθεῖν ἀμφοτέροις κελεύειν οὐκ ἔνεστι δήπουθεν ἐλθεῖν τὴν συνηγορίαν. πῶς γάρ; εἰς δὲ τὸ μηδετέροις ἐπελθεῖν ὁ τοῦ συνηγόρου λοιπὸν τόπος ἐκπέπτωκε. καὶ γὰρ οὗτοι καὶ αὑτοὺς ἑκάτεροι τοῖς ἑτέροις συστρατεύεσθαι κωλύουσιν. οὐδὲν οὖν ἄλλο ἐστὶν οὑμὸς λόγος ἢ ὥσπερ τινὸς ἀντιγραφέως ἀνάγνωσις συντεθεικότος ἑξῆς τὴν ἑκατέρων ῥῆσιν καὶ μίαν ἐκ δυοῖν πεποιηκότος. ἀλλὰ μὴν τό γε τοῦ βασιλέως, μέμνησθε γὰρ δή που λεχθὲν ἀρτίως γε, οὐδετέροις ἡμᾶς βοηθεῖν ἐᾷ μᾶλλον ἤπερ προτρέπει τοῖς ἑτέροις· ὅ τι δʼ ἐστὶν ὅ φημι

Intertext edge

Open linked passage

Note