Orationes 37
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
473.p13
473.p13
σαφῶς εἴσεσθε. οὔτε Θηβαίοις ἔνεστι δή που βοηθεῖν κατὰ τοῦτον τὸν λόγον, ἐπερσίκασι γάρ· οὔτε Λακεδαιμονίοις, ὅτι καὶ αὐτοὶ τὰ τοῦ Πέρσου κακὰ ζηλοῦσι, καὶ τῆς ἐκείνου πονηρίας καὶ ἀπιστίας κληρονόμους εἶναι προσῆκον οὐδαμῶς ὑμῖν ἐστιν. οὔτε γὰρ δή που μισεῖν τὴν Ἑλλάδα φήσαιτʼ ἂν, ὥστε ὡς ἀσθενεστάτην ζητεῖν ποιεῖν ὥσπερ ἐκεῖνος, οὔτʼ ἀνεκτὸν μεταβαλλομένους φαίνεσθαι. τὸ δʼ ἐπὶ σφῶν αὐτῶν ἐᾶσαι κριθῆναι τοὺς διενηνεγμένους ἀνεπίφθονον, καὶ οὐδʼ ἂν εἷς ὑμῖν νεμεσήσαι. εἶτα καὶ βασιλεὺς μὲν οὐκ αὐτὸς καταβαίνων, οὐδὲ τῷ σώματι κινδυνεύων, ἀλλʼ ἀπὸ χρημάτων συνετέλει τοῖς πράγμασι πολλῶν εὐπορῶν, καὶ ὕπαρχον κατέπεμψεν ἂν, ὄντων οὐκ ὀλίγων αὐτῷ· καὶ ταῦτʼ ἦν ὁ τοῦ βασιλέως πόλεμος, Φαρνάβαζος, Πισσούθνης, Τισσαφέρνης, ψευδολογία, χρυσίον, τὰ τοιαῦτα. ἡμεῖς δʼ εἰ πρὸς τοὺς ἑτέρους ἐπικλίναιμεν, τοῦθʼ ὃ ἐκεῖνος διὰ τούτων ἐφυλάττετο πεισόμεθα. ὁ μὲν γὰρ ὅπως μὴ διʼ αὑτοῦ ποτε κινδυνεύσῃ προεωρᾶτο, καὶ διὰ τοῦτο πόρρωθεν ἔτριβε τὰ πράγματα· ἡμεῖς δʼ αὐτῷ τοὐναντίον τοῖς σώμασι καὶ τῇ χώρᾳ καὶ πάσαις ὡς εἰπεῖν ταῖς ἀφορμαῖς ἀποκινδυνεύσομεν. οὐ γὰρ ἔστι διʼ ἄλλων πολεμεῖν ἡμῖν, οὐδʼ ἄνω τοῦ πολέμου καθημένοις ἐπαρκεῖν τοῖς πράγμασιν, οὐδʼ ἐξ ἀκοῆς εἰδέναι περὶ αὐτῶν, οὐδʼ ἐκ περιουσίας, οὐδʼ ἐν τρυφῆς μέρει μετέχειν τῶν γιγνομένων, μέτρῳ τῇ βουλήσει χρωμένους, ἀλλὰ παρεῖναι δεῖ καὶ συμπονεῖν, καὶ μηδὲν ἔλαττον τῶν ἐξ ἀρχῆς συμπεπτωκότων κινδυνεύειν, οὐχ ὕπαρχον ὅταν βουλώμεθα ἀποστεῖλαι. καὶ γὰρ εἰ καὶ χρήμασιν, ἔστι μὲν οὐδαμοῦ τοσαῦθʼ ἡμῖν ὥστʼ ἐγχωρεῖν ἀπαλλοτριοῦν εἰς τοσαύτην χρείαν· εἰ δʼ οὖν καὶ τοῦτον τὸν τρόπον τοῖς ἑτέροις συντελέσαιμεν, οὐκ ἔστʼ εἰπεῖν Σοῦσα οὐδʼ Ἐκβάτανα εἶναι, οὐδʼ ἀποκρύψαι δεῖν τὴν θάλατταν ἐτησίαν ὁδὸν βαδίζοντας, ἀλλὰ μιᾶς ἡμέρας καὶ δυοῖν ὁδός ἐστι, τοῖς ἀδικηθεῖσιν ἐμβαλεῖν καὶ ἄγειν καὶ φέρειν ἡμᾶς, ὥστʼ ἐκ τούτων ἀνάγκην εἰς χεῖρας ἐλθεῖν εἶναι· τοῦτο δʼ ἐστὶ τἀκ τῆς δυσπραξίας πράγματα.
473.p14
473.p14
ἐκέλευον δʼ ἂν καὶ αὐτὸς τοῖς Λακεδαιμονίοις