Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 37
Aristides, Aelius37 474 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
474.p15
474.p15
ἐπικουρεῖν τῷ τὰ τῶν Θηβαίων ὑπεραίρειν, εἰ μὴ ὅσον πλήθει καὶ ἰσχύϊ τούτους περιεῖναι, τοσοῦτον ἐκείνους ἐπεπείσμην ἀνοίσειν ἀσκήσει. εἰ μὲν γὰρ ἐξ ἴσου καθειστήκεσαν, περὶ τῶν Θηβαίων ἔγωγʼ ἂν ἔδεισα ὡς ἀσθενεστέρων, ἐπεὶ δʼ οἱ Θηβαῖοι καλῶς ποιοῦντες παρεληλύθασιν, ἴσας ἔχειν λαβὰς τὸν πόλεμον ἡγοῦμαι· ἐνεῖναι γὰρ καὶ παρὰ Λακεδαιμονίοις καὶ ὑστέροις ὁρμηθεῖσι μεταδιῶξαι. συνέξει δὴ τὸν πόλεμον καὶ ποιήσει τριβὴν τὸ τοὺς μὲν οἷς κατωρθώκασιν ἐπαιρομένους ἐπὶ πᾶν ἀφικέσθαι ζητεῖν, τοὺς δʼ αὖ Λακεδαιμονίους ἀρετῇ καὶ φρονήματι κρείττους ἀξιοῦντας εἶναι μηδὲν πλέον ἂν τούτων ὑπομεῖναι παραδέξασθαι. εἰ δὲ δή τινων ἔργον δεῖ μιμήσασθαι, τὸ Ἀργείων καλὸν, οἳ παρὰ τὸν πόλεμον τὸν ἡμέτερον καὶ Λακεδαιμονίων τούτων ἡσυχίαν ἄγοντες καὶ νεότητι καὶ κατασκευῇ τῆς χώρας καὶ τοῖς πᾶσιν εὐθένησαν, ἕως συνεφαψάμενοι τῶν πραγμάτων προήκαντο τὴν ὑπάρχουσαν εὐδαιμονίαν καὶ ὁ δῆμος αὐτῶν τότε κατελύθη, καὶ πάλιν ἄλλʼ ἠκολούθησε κακά. πάντα γὰρ ὡς εἰπεῖν οἱ πόλεμοι φύουσι, πολιτειῶν καταλύσεις, φιλονεικίας, βλάβας, ἃς οὐδʼ ἂν προΐδοιτό τις παντοδαπὰς, ὧν εἴ τινες ἀνθρώπων καὶ ἡμεῖς ἐμπείρως ἐσχηκότες ἐν φυλακῇ δικαίως ἂν εἴημεν. ἀκούω δὲ καὶ τοὺς προγόνους ἡμῶν τοὺς ἐπʼ ἐκείνων τῶν καιρῶν ἀποστῆναι Σαλαμῖνος Μεγαρεῦσι χρόνον ἔστιν ὃν, κἄν τις εἴπῃ κομίζεσθαι, τεθνάναι ψήφισμα ποιήσασθαι. ὅπου δὲ καὶ τῶν οἰκείων παραχωρῆσαι καὶ προέσθαι ἔσθʼ ὅτε δεῖ καὶ συμφέρει, πῶς ἀλλοτρίων γε κακῶν ἄξιον κληρονομῆναι, καὶ τούτων μὲν ἂν τῶν νῦν καλούντων ἡμᾶς πικρῶς ἔχειν τοῖς ἐμβάλλουσιν εἰς τὴν Ἀττικὴν, εἰ τοῦθʼ ὁποτέροις οὖν αὐτῶν ἐπῆλθε ποιῆσαι, αὐτοὺς δʼ εἰς πόλεμον καὶ ταραχὴν ἀκατάστατον ἡμᾶς αὐτοὺς ἐμβαλεῖν εἰκῆ, καὶ ταῦτʼ εἰδότας ὡς ἄρξασθαι μὲν πολέμου ῥᾴδιον, ἀπαλλαγῆναι δὲ οὐδὲν οὕτω χαλεπόν; οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται μὲν τοὺς κινδύνους αὑτῶν ὄντες κύριοι, φεύγουσι δʼ ἐπʼ ἄλλοις γενόμενοι· τούτων δʼ οὐδέτερον εὖ φρονούντων ἐστίν. ἡμῖν δὲ συχνὸν μὲν χρόνον ἡ χώρα κεκάκωται, πολὺν δʼ

Intertext edge

Open linked passage

Note