Orationes 37
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
476.p18
476.p18
χαλεπῶς ὑπὸ τῆς αἰσχύνης διακεῖσθαι. ὡς δʼ εἰπεῖν κεφάλαιον, τὸ πρὸς αὐτοὺς μῖσος αὐτῶν καὶ ὁ παροξυσμὸς ἐπεσκότησε τῇ πρὸς τὴν πόλιν δυσμενείᾳ, καὶ ὥσπερ νέφους ὑπελθόντος οὐδὲν τῶν πρὸς ἡμᾶς καθορῶσιν. ἀλλʼ εἰ νῦν φοβούμεθα αὐτοὺς ἂν μὴ ἀδικῶμεν, πῶς οὐ πολὺ μᾶλλον φοβησόμεθα εἰκότως μὴ τοῖς ἑτέροις προσθεμένων ἡμῶν ἅτεροι κρατήσωσι; νῦν μὲν γὰρ οὐδὲν δέος ἐκ τῶν περιγενομένων, ἐάν τι νεωτερίζωσι. κεκομμένοι γὰρ καὶ τεταλαιπωρηκότες τάχα δὴ τὴν Καδμείαν νίκην νενικηκότες αἰσθήσονται, πρὸς ἡμᾶς ἀκεραίους καὶ καθαροὺς ἐὰν ἀγωνίζωνται. εἰ δὲ τοῖς ἑτέροις προσθείμεθα, τοῦτο μὲν, ἂν κρατῆσαι συμβῇ τῶν πραγμάτων, καὶ τῶν κακῶν οὐκ ἔλαττον εἶναι δεῖ μετεσχηκότας, ὥστε ἐὰν ὕστερον ἀγνωμονῶσιν, ἐξ ἴσου γιγνόμεθα αὐτοῖς, τοῦτο δὲ, ἂν κλίνῃ τὰ πράγματα, δῆλός ἐσθʼ ὁ κίνδυνος. νῦν μὲν οὖν οἱ νικήσαντες αὐτῶν ἡμῖν νικῶσιν, ἐκείνως δὲ διʼ ἡμῶν, ἂν οὕτως τύχῃ, κρατήσουσιν οἱ ἕτεροι. εἶτʼ οὐδʼ ἄλλως ὅμοια τοῖς τούτων τὰ ἡμέτερα. Λακεδαιμόνιοι γὰρ ἐσχατιὰν Πελοποννήσου κατοικοῦντες ἐν σκέπῃ πολλῇ τοῦ πολέμου καὶ τῶν πραγμάτων εἰσί· Θηβαῖοί τε ὑπὲρ Κιθαιρῶνα ἀπελήλανται· ἡ δὲ ἡμετέρα πόλις ἐν πόρῳ τοῦ πολέμου καὶ οὐδεμία οὐδετέροις ἐπὶ τοὺς ἑτέρους ἔξοδος ἔσται, πρὶν εἰς τὴν ἡμετέραν ἐμβαλεῖν, ταύτην δὴ τὴν πρόχειρον αὖ φθείρεσθαι. ὅλως δὲ οὐχ ὁρῶ περὶ ὅτου πολεμήσομεν, εἰ μήτε τούτοις μήτε ἐκείνοις ὑπομενοῦμεν περὶ ἀναιρέσεως, ἢ καθεδούμεθα ἐν μεταιχμίῳ φειδόμενοι τῶν ἀντιπάλων, ἐξὸν ὅλως φεύγειν τὸ δοκεῖν ἢ τούτους ἢ ʼκείνους κακοῦν, μηδὲν πρὸς ὀργὴν ἀποφηναμένους τοῖς πρέσβεσιν, ἀλλʼ οὑτωσὶ πράως καὶ μετρίως ἀμφοτέροις εἶναι, καὶ εἰ μὲν ἐπʼ ἄλλους ἐκάλουν, ὑπακοῦσαι ῥᾳδίως ἂν, ἐπʼ ἀλλήλους δὲ καλούντων οὐκ ἐθέλειν παρεῖναι, οὐ τὸ εὖ ποιῆσαι τοὺς ἑτέρους φεύγοντες, ἀλλὰ τὸ ὁποτέρους κακῶς. ταῦτα δὲ κἀμοὶ φαίνεται εὔλογα εἶναι πανταχῆ σκοποῦντι. φοβοῦμαι δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ βελτίους ἦτε τὰ τῶν ἄλλων ἐπανορθοῦν ἢ τὰ ὑμέτερʼ αὐτῶν εὖ τίθεσθαι.